no image
DDbDP-text
Report of a Public Physician via HGV-meta
Linked by Trismegistos ID
TM 15910.
Each record below describes this same ancient text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκράτορος Μαξιμιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β. Αὐρηλίῳ Αἰλουρίωνι τῷ καὶ Ἡσυχίῳ γενομένῳ ὑπομνηματογράφῳ βουλευτῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων γυμνασιαρχ βουλευτῇ ἐνάρχῳ πρυτάνειπρυτάνι τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Θωνίου ἀπὸ τῆς αὐτῆς πόλεως δημοσίου ἰατροῦ. ἐπετράπην ὑπὸ σοῦ διὰ Αὐρηλίου Εἰρηναίου ὑπηρέτου τῆς τάξεως ἐκ βιβλιδίων ἐπι δοθέντων σοι ὑπὸ Αὐρηλίων Διδύμου καὶ Πτολεμαίου Διονυσίου τοῦ Ἀρτεμιδώρου ἀμφοτέρων ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ὥστε ἐπιδεῖνἐφιδεῖν τὸν ἐνγεγραμ μένον τοῖς βιβλιδίοις αὐτῶν Παταρεῦτα καὶ ἣν ἐὰν καταλάβω διάθεσιν ἐνγράφως προσφωνεῖν. ὅθεν ἐπεῖδονἐφῖδον τοῦτον ἐν τῇ αὐτῇ πόλει ἐπὶ παρόντος τοῦ αὐτοῦ ὑπηρέτου ἔχοντα ἐπὶ τοῦ πήχους τῆς δεξιᾶς χειρὸςχιρὸς τραῦμα καὶ τῆς ἀριστερᾶς πλῆγμα, ἅπερ προσφωνῶ. ἔτους ιγ καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ε τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ἐπὶ ὑπάτων τῶν Αὐρηλιο υπηρ ἀντίγραφον περὶ οης θυγατρὸς ΔιονυσίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.