no image
DDbDP-text
Application for Anacrisis via HGV-meta
Linked by Trismegistos ID
TM 15637.
Each record below describes this same ancient text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς Ποιανεψιῶνος Ἐπείφ τῆς μμωνος ε Παυλινίου τοῦ καὶ Φιλαδελφίου ἐν Ἀντινόου πόλει τῇ λαμπρᾷ κολλυβιστικῆς τραπέζης ἀντίγραφον ἀνακρίσεως. Αὐρηλίῳ Θέονι τῷ καὶ Φιλήμονι διαδεχομένῳ τὴν νομαρχίαννομαρχείαν Ἀντινόου πόλεως τῆς λαμπρᾶς παρὰ Αὐρηλίου Θέωνος Διονυσίου μητρὸς Ες ἀπὸ τῆς μητροπόλεως τοῦ κάτω Κυνοπολί του νομοῦ. ὠνούμενος κατὰ δημόσιον χρηματισμὸν διὰ τοῦ ἐνταῦθα ἀρχείου παρὰ Αὐρηλίας Αιλο Σαραπίωνος μητρὸς Ἐλούρας ἀπὸ Κοπτίτου τῆς μητροπόλεως ὡς ἐτῶν νβ ἐγκολόβουἐνκολόβω καὶ μου, σιμῆς, συνεστῶτος αὐτῇ καὶ συμβεβαιοῦντος τὴν πρᾶσιν Αὐρηλίου Βασειλείδου τοῦ καὶ Φιλαν τινόου Ἱέρακος Ματιδίου τοῦ καὶ Θεσμοφο ρίου καὶ καὶ ὡς χρηματίζει δούλην Εὐπλοίαν ἐγγενῆ Αἰγύπτῳ ὡς ἐτῶν ιϛ ὑπόστραβον ὀφθαλμῷ δεξιῷ, ταύτην προσάγω παρούσης τῆς πωλούσης καὶ τοῦ συνεστῶτος αὐτῇ, ἀξιῶν αὐτὴν ἀνακρι θῆναι κατὰ τὰ προστεταγμένα. διευτύχει. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Αὐρήλιος Θέων ἐπιδέδωκα. Αὐρηλία Αιλο εὐδοκῶ. Αὐρήλιος Βασειλείδης καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.