no image
DDbDP-text
Application for Anacrisis via HGV-meta
Linked by Trismegistos ID
TM 22508.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ ἹέρακιἹέρακει καὶ τῷ σὺν αὐτῷ τοῖςτοι ἐπὶ τῆς ἀνακρίσεως τῶν πιπρασκομένων ἀνδρα πόδων ἐπὶ Μώτεως παρὰ Αὐρηλίας ΣενοσίριοςΣενοσιρις Σαραπίωνος Ὥρου ἀπὸ Μώτεως καὶ ΑὐρηλίαςΑὐρηλία Χάρμιτι καὶ ὡς χρηματίζει. βουλόμεθα ἡ μὲν Αὐρηλία Σενοσῖρις ἀποδόσθαι τὴν ὑπάρχουσάν μοι δούλην Ἰσιδώραν ἐπικεκλημένην Λαμπροτύ χην οὖσαν πρὸς τὸ ἐνεστὸς ἔτος ἐτῶν ιβ οἰκο γενῆ ἐκ μητρὸς Ἀλεξάνδρας δούλης μου λευκόχρουνλευχρουν τετανότριχατιτανοτριχα, ἡ δὲ Αὐρηλία Χάρ μιτι ὠνήσασθαι τὴν αὐτὴν καὶ προ κειμένην δούλην ἐπὶ τοῖς προκειμένοις δικαίοις. διὸ προσάγομεν ὑμῖνὑμεῖν αὐτήν, ἀξιοῦσαι τὴν δέουσαν ἀνάκρισιν αὐ τῆς γενέσθαι κατὰ τὰ κελευσθέντα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου ΑὐρηλίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.