no image
DDbDP-text
Registration of Sale of Slave via HGV-meta
Linked by Trismegistos ID
TM 16456.
Each record below describes this same ancient text from a different angle.
ἔτους γ Αὐτοκρατόρων Καισάρων Γαίου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαίου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν μηνὸς Νέου Σεβαστοῦ Ἁθὺρ ἐν Ὀξυρύγχων πόλει διὰ Αὐρηλίου Ἀντιπάτρου τοῦ καὶ Διονυσίου ἀσχολουμένου ὠνὴν ἀγορανομείου. ἀπεγράψατο τῇ ἐνεστώσῃ ἡμέρᾳ Μάρκος Αὐρήλιος Μαρκιανὸς ὁ καὶ Ἡρακλῆς Ἰσιδώρου τοῦ Δημητρίου Εὐθηνοδότειος ὁ καὶ Ἀλθαιεὺς ὡς ἐτῶν λζ ἄσημος ἐν ἀγυιᾷ ὃν ἐδήλου διʼ οὗ ἐπέδωκεν ὑπομνήματος καὶ ἧς πεποίηται χειρογραφίας ὑπάρχειν αὐτῷ ἀγορασθεῖ σαν ὑπʼ αὐτοῦ κατὰ δίπλωμα Ἑλληνικὸν γενόμενον ἐν Αὐρηλίᾳ Τριπόλει τῆς Φοινίκης τῷ διελθόντι β ἔτει παρὰ Μάρκου Αὐρηλίου Δετων Σιλβανοῦ Ὀσρο ηνοῦ δούλην ὀνόματι Βαλσαμέαν γένει Ὀσροηνὴνοροηνην Μεσοποταμηνὴν ὡς ἐτῶν ιζ οὐλαὶ χείλει τῷ ἄνω ἐξ ἀρι στερῶν καὶ γόνατι δεξιῷ ἀπὸ καταπλοῦ ἐπὶ τοῦ αὐτοῦ διελ θόντος β ἔτους Ἐπεὶφ κϛ ἐν πλοίῳ Μάρκου Αὐρηλίου Διοσκόρου ἄκατος Οὐρανία ἐν ἀγυιᾷ τῇ αὐτῇ. Αὐρήλιος Μαρκιανὸς ἀπεγραψάμην ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.