no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22723.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Κοπρέας Εὐδαίμονος μη τρὸς Δημητρίας Ἑρμοπολίτης ἀναγραφόμενος ἐπὶ Πόλεως Ἀπηλιώτου ὡς ἐτῶν μγ οὐλὴ παρὰ γόνυ δεξιὸν καὶ ὀφρύι δεξιῷ ὀφθαλμοῦ Αὐρη λίῳ Θεογνώστῳ τῷ καὶ Μώρῳ Ἑρμαίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· ὁμολογῶ ἐσχη κέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔντοκον δραχμιαῖον κεφαλαί ου κεου ἀργυρίου δραχμὰς ἑξήκοντα τέσσα ρας γίνονται ἀργυρίου δραχμαὶ ξδ ἃς καὶ ἀποδώσω σοι τῷ Μεχεὶρ μηνὶ τοῦ ἐνεστῶτος ε ἔτους Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάν των καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ε. Αρα Ἀπολ ἔγραψα τὸ σῶμα. Αὐρήλιος Κοπρέας Εὐδαίμονος ἔσχον καὶ ἀποδώσω ὡς πρόκειται. Αὐρήλιος μων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματαἔγραψα διὰ το γράμ ματα αὐτὸν μὴ εἰδέναι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.