no image
DDbDP-text
Sale of House - property via HGV-meta
Linked by Trismegistos ID
TM 21786.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιοι Ἀγαθὸς Δαίμων Γεμείνου μητρὸς Νείκης καὶ Μεϊθοῦς Ἀπίωνος μητρὸς Ἡραΐδος ἀμφότεροιἀμφοτερων ἀπὸ Ὀξυρύγχων πόλεως, ἡ δὲ Μεϊθοῦς χωρὶς κυρίου χρημα τίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ, Αὐρηλίῳ Σερήνῳ τῷ καὶ Σαρα πίωνι Ἀγαθείνου μητρὸς Ταποσειριάδος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολο γοῦμεν πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὸ ὑπάρχον ἡμῖν ἔξ ἴσου ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Μυροβαλάνου ἥμισυ μέρος οἰκίας παλαιᾶς καὶ τῶν ταύτης χρηστηρίων πάντων κοινωνικῆς πρὸς σὲ κατὰ τὸ λοιπὸν ἥμισυ· τῆς δὲ ὅλης γείτονες νότου ῥύμη τυφλὴ βορρᾶ Θεωνίδος Ὥρου ἀπηλιώτου Διο γενίδος Διογένους καὶ ἄλλων λιβὸς δημοσία ῥύμη. τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς τοῦ αὐτοῦ ἡμίσους μέρους τῆς οἰκίας σὺν χρηστηρίοις ἀργυ ρίου Σεβαστῶν νομίσματος δραχμὰς ἑπτακοσίας αὐτόθι ἀπέσχομεν παρὰ σοῦ ἔξ ἴσου διὰ χειρὸς ἐκ πλήρους, διὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τοῦ πωλουμένου σοι ὑφʼ ἡμῶν ὡς πρόκειται ἡμίσους μέρους τῆς οἰκίας καὶ χρῆσθαι καὶ οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῇ, ὅπερ καὶ παρεξόμεθά σοι βέβαιονβέβεον διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσειβεβεώσει καὶ καθαρὸν ἀπό τε ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κατοχῆς παντοίας καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου. κυρία ἡ πρᾶ σις δισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου οὐ προσδεόμενος μεταδόσεως οὐδὲ ἑτέρας συνευδοκήσεως ἡμῶν διὰ τὸ ἐν τεῦθεν εὐδοκεῖν ἡμᾶς τῇ γεινομένῃ ὑπὸ σοῦ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γείνεσθαι ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Καρπικῶν Μεγίστων Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Παῦνι. Αὐρηλία Μεειθοῦς Ἀπέωνος χωρὶςχωρεὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ πέπρακα τὸ ἥμισυ μέρος σὺν τῷ Ἀγαθῷ ΔαίμονιΔέμονι τῆς οἰκίαςοἰκείας καὶ ἀπέσχον τὸ κατʼ ἐμὲ ἥμισυ μέρος τῶν τῆς τιμῆςτειμῆς δραχμῶν ἑπτακοσίων καὶ βε βαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρήλιος Διόσκο ρος Θέωνος ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίηςεἰδυείης γράμματα. Αὐρήλιος Ἀγα θὸς Δαίμων Γεμείνου πέπρακα τὸ ἥμισυ μέρος τῆς οἰκί ας καὶ ἀπέσχον τὸ κατʼ ἐμὲ μέρος τῶν τῆς τιμῆςτειμῆς ἀργυρίου δραχμῶν ἑπτακοσίων καὶ βεβαιώσω ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σαραπάμμων ΔιογένουςΔιογενης ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰ δότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.