no image
DDbDP-text
Demande de parathesis via HGV-meta
Linked by Trismegistos ID
TM 11238.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἀντωνεῖνος ὁ καὶ Διονυσόδωρος σεσημείωμαι. ζ ἔτει τῶν κυρίων ἡμῶν Οὐαλεριανῶν καὶ Γαλλιηνοῦ Σεβαστῶν, Μεσορὴ ϛ. Αὐρηλίῳ Σύρῳ τῷ καὶ Σαραπίωνι κοσμητεύσαντι βουλευτῇ βιβλιοφύλακι ἐγκτήσεωνἐνκτήσεων Ἀρσινοΐτου παρὰ Αὐρηλίας τίας τῆς καὶ Θαισαρίου Δημητρίου τοῦ καὶ Ἀντω νείνου ου ἀρχιερατεύσαντος τῆς Ἀρσινοϊτῶν πόλεως ἀπὸ ἀμφόδου Διονυσίου ? τόπων, μετὰ φροντιστοῦ τοῦ ἀδελφοῦ τοῦ καὶ Ἀντωνείνου. ἠγόρασα κατὰ δημόσιον χρημα τισμὸν διὰ τοῦ ἀρχείου ἐνθάδε τῇ ἐνεστώσῃ ἡμέρᾳ ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου ΣεκνεπτυνείουΣεκνεπτυνίου καὶ τοῦ Εὐτυχίδου λεγομένου κλήρου τὸ ἑκκαιδέκατον μέρος, ὅ ἐστιν ἀπὸ ἡμίσους ἑκκαιδε κάτου μέρους οἰκίας καὶ ἑτέρας οἰκίας διπυργίας παλαιᾶς καὶ αἰ θρίου, τούτων τῶν τόπων πάντων συνηννωμένων ἀλλήλοις, τοῦ ἡμίσους τιμῆςτειμῆς ἀργυρίου δραχμῶν χιλίωνχειλίων πεντακο σίων παρὰ Αὐρηλίου Ῥούφου Ἰσίωνος τοῦ Παπιρίου ἀγο ρανομήσαντος καὶ ὡς χρηματίζει διακειμένου κατὰ παράθεσιν διὰ σοῦ ἐπὶ τοῦ ἔτους μηνὸς Φαῶφι ἐπʼ ὀνόματος τοῦ ὑποχειρίου αὐτῷ ὄντος Αὐρηλίου Λογγεινᾶ τοῦ καὶ Ἀμμωνίου ἀφήλικος καὶ αὐ τοῦ ἔχοντος τὸ ἄλλο ἥμισυ ἑκκαιδεκάτου μέρους. διὸ ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἀντιγρά φῳ τοῦ χρηματισμοῦ. ὁπόταν γὰρ τὴν ἀπογραφὴν αὐτοῦ ποιῶμαι, ἀποδείξω ὡς ὑπάρχει καὶ ἔστι καθαρὸν μηδενὶμηδενεὶ κρατούμενον, εἰ δὲ φα νείη ἑτέρῳ προσῆκον ἢ προκατεσχημένον διὰ τοῦ βιβλιοφυλακείου, μὴ ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως, τῶν δραχμῶν χωρουσῶν τῇ ἐνεστώσῃ ἡμέρᾳ σὺν ἄλλαις εἰς ἀπόδοσιν Λουκίῳ Ἀνθεστίῳ Ἀντινοεῖ δανειστῇδανιστῇ ἀκολούθως ᾗ παρεθέμην αὐ τοῦ ἀποχῇ. Αὐρήλιος Σύρος ὁ καὶ Σαραπίων κοσμητεύσας βουλευτὴς διʼ ἐμοῦ Αὐρηλίου Ἀντωνείνου τοῦ καὶ Διονυσοδώρου γραμματέως ἀποσυσταθέντος κατεχώρισα. ζ ἔτους τῶν κυρίων ἡμῶν Οὐαλεριανῶν καὶ Γαλλιηνοῦ Σεβαστῶν, Μεσορὴ ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.