no image
DDbDP-text
Receipt for Payment via HGV-meta
Linked by Trismegistos ID
TM 17519.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ στρατηγῷ Ἑρμοπολίτου Αὐρήλιος Σαρ Διονυσίου μητρὸς Ἑρμοπολείτης ἀναγραφόμενος ἐπὶ λιβὸς λαχανοπώ λης χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι διὰ Θέωνος ἀπελευθέρου σου τιμὴν ὧν παρέσχον λαχάνων τιλτῶν τῶν ἀπὸ Τῦβι μηνὸς τοῦ ἐνεστῶτος β ἔτους μέχρι Φαρμοῦθι καὶ αὐτοῦ Φαρμοῦθι τοῦ αὐτοῦ β ἔτους ὡς τοῦ μηνὸς δραχμῶν ὀκτὼ τὰς συναγομέ νας τῆς τετραμήνου ἀργυρίου δρα χμὰς τριάκοντα δύο, γίνονται δραχμαὶ λβ, ἅσπερ ἀπέσχον διὰ τραπέζης Σωσίου τραπεζίτου ἀπὸ νότου τετραστύλου ἐπὶ τοῦ λιθοστρώτου δρόμου. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαρμοῦθι β. Αὐρήλιος Σαρ Διονυσίου ἀπέσχον ὡς πρό κειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.