no image
DDbDP-text
Quietanza di mutuo di danaro via HGV-meta
Linked by Trismegistos ID
TM 23562.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων Δημητρίου Εὐδαίμονος Ἑρμοπολείτης ἀναγραφόμενος ἐπὶ Πόλεως ἀπηλιώτου ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἄπεσχον παρὰ τοῦ ἀδελφιδοῦἀδελφειδοῦ μοῦ Αὐρηλίου Τιθοη τίωνος τοῦ καὶ Σαραπάμμωνος Ἑρμείνου τοῦ καὶ Ἀχιλλέως ἀναγραφομένου ἐπὶ Φρουρίου λιβὸς ὑπὲρ λύ σεως ὧν ὀφείλειὤφειλέὄφειλέ μοι ἡ μετηλλαχυῖα αὐτοῦ μητὴρ Εὐδαιμονὶς ἡ καὶ Φίντυς κατὰ διαγραφὴν τραπέζης ἐπὶ τοῦ κθ ἔτους θεοῦ Κομμόδου μηνὶ Μεχεὶρ νεομηνίᾳ κεφαλαίου ἀργυρίου ταλάντου ἕνος τόκου τριωβολείου ψιλοῦψειλοῦ ἀργυρίου δραχμὰς χιλίαςχιλείας διακοσίας, γίνονται δραχμαὶ , μεθʼ ἃς κατὰ μέρος ἔσχον διὰ χει ρὸς καὶ μεθʼ ἃς ἐχαρισάμηνἐπραξάμην· καὶ οὐ μετελεύσομαι κατʼ οὐδενὰ τρόπον εἰς περίλυσιν τῆς αὐτῆς διαγραφῆςδιαγραφῆς καὶ τῶν διʼ αὐτῆς διαστολῶν καὶ ἧς παρήνεγκα ἐνεχυρασίας τῷ διεληλύθοτι ἔτειἔτι καὶ οὐδὲν ἀλλή λοις ἐνκαλοῦμεν κυρίου ὄντος οὗ ἐθέμεθα ἐγώ τε καὶ ἡ μητὴρ αὐτοῦ συμφώνου γράμματος ἐπὶ τοῦ αὐτοῦ κθ ἔτους Τῦβι ὡς περίεχει. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν Τῦβι θ. Αὐρήλιος Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων Δημητρίου ἄπεσχον καὶ περιέλυσα καὶ οὐδὲν ἐνκαλῶ ὡς πρόκειται. Αὐρήλιος Τιθοητίων ὁ καὶ Σαραπάμμων ἐξωδίασα ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.