no image
DDbDP-text
Copia di un mutuo diagrafario di danaro via HGV-meta
Linked by Trismegistos ID
TM 23559.
Each record below describes this same ancient text from a different angle.
ἔκλημψις ἐκ τῆς ἐν τῷ πρυτανείῳ χωρικῆς βιβλιοθήκης. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημητρίου τοῦ Εὐδαίμονος μητρὸς ἈφροδισίαςἈφροδεισίας τῆς καὶ Τερεῦτοςος Λέοντος Ἑρμοπολεῖτις ἀναγραφομένη ἐπʼ ἀμφόδου Πόλεως ἀπηλιώτου ἀγράμματος μετὰ κυρίου τοῦ ἐμαυτῆς ἀνδρὸς Ἑρμείνου τοῦ καὶ Ἀχιλλέ ως ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἔσχηκα παρὰ τοῦ ἀδελφοῦ μου Ἀπολλωνίου τοῦ καὶ Εὐδαίμονος τῶν αὐτῶν γονέων χρηματίζοντος ὀνόματος τοῦ ἀφήλικος αὐτοῦ υἱοῦ Ἑρμοῦ μητρὸς τῆς δεῖνος τοῦ δεῖνος Εὐδαίμονος χρῆσιν ἀργυρίου κεφα λαίου τάλαντον ἕν, γίνεται ἀργυρίου τάλαντον α δεδανεισμένον ὀνό ματος τοῦ ἀφήλικος τόκου τριωβολείουτρειωβολείουδρειωβολειου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἐπὶ μῆνας ὃ καὶ ἀποδώσει αὐτῷ σὺν τοῖς ἐπισυναχθησομέ νοις τριωβολείοιςτριωβολειτοοιςτρειωβολειτις τόκοις ψιλοῖςψειλοῖς τ ἑκάστης μνᾶς ἀπὸ τοῦ ὄντος μηνὸς Μεχεὶρ τοῦ ἐνε στῶτος κϛκγ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καί σαρος τοῦ Κυρίου ἀνυπερθέτως τῆς πράξεως αὐτῷ οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης κυρίων μενόν των ὧν ἔχομεν ἐγώ τε καὶ ὁ ἀδελφός μου Ἀπολλώνιος ὁ καὶ Εὐδαίμων ἄλλων γραμμάτων ὡς περιέχει. ἔτους κϛκγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αυρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἈρμενιακοῦἈρμηνιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεταννικοῦ Μεγίστου Μεχεὶρ α. Εὐδαιμονὶς ἡ καὶ Φίντυς Δημη τρίου ἔσχον τὸ τοῦ ἀργυρίου τάλαντον καὶ ἀποδώσω σὺν τόκοις ὡς πρόκειται. Ἑρ μεῖνος ὁ καὶ Ἀχιλλεὺς Ἀχιλλέως ἐπιγέ γραμμαι τῆς γυναικός μου κύριος. Ἀπολλώ νιος ὁ καὶ Εὐδαίμων ἐξωδίασα ὡς πρόκειταιπρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.