no image
DDbDP-text
Notificazione allo stratego via HGV-meta
Linked by Trismegistos ID
TM 23576.
Each record below describes this same ancient text from a different angle.
τοῦ Νεάρχου Ἑρμοπολίτου. οὗ παρεκόμισα ἐκ τοῦ καταλογείου ὑπομνήματος ἀντίγραφον ὑπέταξα καὶ ἀξιῶ τούτου τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι ἐνώπιον ἵνʼ εἰδῶσι. ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ μεγίστου Πρόκλος Μάρκου Τιλλίου ΜαρκέλλουΜαρκέλλος ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ἑρμοπολίτου στρατηγῷ χαίρειν. τοῦ δεδομένουδηδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ιγ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ ιζ Αἴλιος Διόσκορος σεσημείωμαι ας Πρόκλῳ Μάρκου Τιλλίου Μαρκέλλου γενομένου γυμνασιάρχου καὶ ὑπομνηματογράφου υἱῷ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος τῶν ἐν τῷ Μουσείῳ σιτουμένων ἀτελῶν ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳεπειμελεια τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ τῆς δεῖνος τοῦ Νεάρχου Ἑρμοπολίτου. ἐδανείσαντο παρὰ τοῦ πατρός μου κατὰ διαγραφὴν τραπέζης Κάστωρ καὶ Εὐδαίμων καὶ Δημητρία οἱ τρεῖς Ἀντιμάχου ἀπὸ τῆς αὐτῆς πόλεως κεφαλαίου ἀργυρίου δραχμὰς ὑπομνήματος ὡς ἐκ καταλογείου πεπορισμένου περὶ δημοσιώσεως χειρογράφων νου τῶν αὐτῶν γονέων μετήλλαξεν ἄτεκνος καὶ ἀδιάθετος ἐπ αὐτοῖς μεταδοῦναι ὅπως εἰδῶσι τὰ καθόλου μν χρησομένην με πρὸς αὐτοὺς ἐφʼ ὧν δέον ἐστὶν μὴ ἐλαττουμέ νης μου καὶ ἐν οἷς ἑτέροις ἔχω δικαίοις ὡς καθήκει. ἔτους ιγ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ ἡ δεῖνα ἐπιδέδωκα. Δημητρία μετέλαβον τούτου τὸ ἴσον ἐνώπιον ὡς καθήκει χωρὶς προκρίματοςπροκριμματος μένοντός μοι τοῦ λόγου περὶ ὧν ἔχω δικαίων πρός σε. ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ μεγίστου Διόσκοροςδιοσκορορος Διοσκόρου ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Κάστωρ μετέλαβον τούτου τὸ ἴσον ἐνώπιον ὡς καθήκει χωρὶς προκρίματοςπροκρίμματος μένοντός μοι τοῦ λόγου περὶ ὧν ἔχω δικαίων πρός σε. Εὐδαίμων μετέλαβον τούτου τὸ ἴσον ἐνώπιον ὡς καθήκει χωρὶς προκρίματος μένον τός μοι τοῦ λόγου περὶ ὧν ἔχω δικαίων πρός σε. Ἀρτεμίδωρος ὁ καὶ Ἑρμησίων γενόμενος ὑπηρέ της μετέδωκα Κάστορι καὶ Εὐδαίμονι καὶ Δημητρίᾳ τοῖς τρισὶν Ἀντιμάχου τούτου τὸ ἴσον ὡς καθήκει. ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.