no image
DDbDP-text
Appointment of a Representative via HGV-meta
Linked by Trismegistos ID
TM 31728.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλία Ἀριστοῦς θυγάτηρ Αὐρηλίου Ἡρώδου Ἀπίωνος γυμνασι αρχήσαντος βουλευτοῦ τῆς Ὀξυρυγχειτῶν πόλεως μετὰ κυρίου τοῦ δεδομένου μοι κατὰ τὰ Ῥωμαίων ἔθη Μάρκου Αὐρηλίου Νεικο κλέους Ζωίλου γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως Αὐρηλίῳ Ἡρακλείδῃ τῷ καὶ Λουκίωι Λουκίου καὶ ὡς χρηματίζεις χαίρειν. ἐπεὶ ἀπευκταίας μοι καταγγελείσης φάσεως περὶ τελευτῆς τοῦ μακαρίτουμακαρείτου μου ἀνδρὸς Ἀχιλλίωνος τοῦ καὶ Ἀπολλωνίου Ἀπολλωνίου ὄντος ἐν ᾗ ἦν ἐπικε χειρισμένος βασιλικῇ γραμματείᾳ Ἀλεξανδρέων χώρας, ὁμολογῶ ἀποσυνεστακέναι σε κατὰ ταῦτά μου τὰ γράμματα κατελθεῖν εἰς Ἀλεξάν δρειαν καὶ ἀπογράψασθαι παρὰ τῷ κρατίστῳ τῶν οὐσιακῶν ἐπι τρόπῳ ἐξ ὀνόματός μου ὑπὲρ τοῦ ἀμφοτέρων ἐμοῦ τε καὶ τοῦ αὐτοῦ ἀνδρός μου υἱοῦ καὶ κληρονόμου Αὐρηλίου Διονυσίου τοῦ καὶ Ἀπολλω νίου γυμνασιάρχου τῆς αὐτῆς πόλεως ἔτι ὄντος ἐντὸς τοῦ Λαιτωρίου νόμου τὴν ὕπαρξιν αὐτοῦ πᾶσαν οὖσαν τιμήματος δουκηναρίας. ἀπὸ δὲ ταύτης τῆς ὑποστάσεως δηλῶ ὀφείλειν τὴν ἄνδρα μου ἐμοὶ μὲν ἀπὸ τῆς προσενεχθείσης αὐτῷ ἐπʼ ἐμοὶ γαμουμένῃ αὐτῷ προικὸςπροοικὸς ἔν τε κοσμαρίοις χρυσοῖς καὶ ἱματίοις καὶ ἄλλοις συντιμήσεως ἀργυρίου ταλάντων δύο καὶ δραχμῶν τρισχιλί ωντρισχειλίων μεια προιονια ἐν συντιμήσει δραχμῶν χιλίων πεντακοσίων ἔχρη ἀπὸ τῆς ἰδίας ταλάντων δύο καὶ δραχμῶν ὑπαρχόν των μοι τάλαντα τρία καὶ δραχμὰςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.