no image
DDbDP-text
Testament via HGV-meta
Linked by Trismegistos ID
TM 22342.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλία Εὐστόργις οὐλὴ ῳ ἀριστερῷ χρηματίζουσα χωρὶς κυρίου τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη ἀναγραφομένη ἐν τῇ λαμπροτάτῃ Ἑρμοῦ πόλει ἐπʼ ἀμφόδου φρουρίου λιβὸς μετὰ συνεστῶτος ἐμαυτῇ Αὐρηλίου Τριαδέλφου Ἑρμοφίλου ἀναγραφομένου ἐπʼ ἀμφόδου πόλεως λιβὸς τῇ ἐμαυτῆς θυγατρὶ Αὐρηλίᾳ Ὑπερεχίῳ τῇ καὶ Ἀμμωναρίῳ χαίρειν. εἴη μέν μοι ὑγιαίνειν καὶ τῶν ἡμετέρων ἀπολαύειν ἐὰν δέ, ὅ μὴ εἴη, συμβαίη τί μοι ἀνθρώπινον, ὅπερ ἀπεύχομαι, κληρονόμον σε μόνην κατὰ πάντας τοὺς νόμους καθίστημι ὥστε αὐτεξούσιόν σε εἶναι, ὅπου δὲ ἐὰνδὰν βουληθῇς, πορεύεσθαι, ἅτε δὴ τῆς ἐννόμου ἡλικίας γεγενημένην. καὶ διʼ ἀφορμὴν ταύτην πάντα τὰ ἐ μαυτῆς σοι ἐπανεθέμην διὰ τοῦδε τοῦ ἑλληνικοῦ βουλήματος νοοῦσα καὶ φρονοῦσα. πρὸς περ γὰρ περὶ ἐμέ νόσον ὑφορωμέ νη ἀνθρώπινόν τι παθεῖν, νοοῦσα καὶ φρονοῦσα διεθέμην τόδε μου τὸ βούλημα ὑπὲρ τοῦ μὴ ἐξεῖναι ᾡτινιοῦν ἀντιπαραβῆναι ἃ διεθέμην, μήτε τὴν γενομένην σύμβιον τοῦ ἀπογενομένου μου υἱοῦ Σαρμάτου Αὐρηλίαν Ταμεὶν μὴ ἐπιβῆναι τῇ ἡμετέρᾳ οἰκίᾳ οὔσῃ ἐπʼ ἀμφόδου Φρουρίου Λιβός, μηδὲ παρακύπτειν ᾡτινιοῦν πράγματι διαφέροντί μοι ἢ καὶ αὐτῷ τῷ ἀπογενομένῳ μου υἱῷ κηδεμονίαςκηδεμονείας τοῦ σώματος αὐτοῦ ἕνεκεν, αὐταρκούσης σου τῆς τε προδεδηλωμένης μου θυγατρὸς καὶ κληρονόμου καὶ τῶν ἡμε τέρων καὶ αὐτοῦ τοῦ Σαρμάτου φίλων. αὐτάρκης γὰρ καὶ ὑπʼ αὐτῆς ἔπαθον· πρὸς ἃ οὐ βούλομαι αὐτὴν παρατυχεῖν τοῖς ἡμετέροις πράγμασιν, μάλιστα μηδὲν ἔχουσανἐχουσα πρὸς μὲ ἢ τὸν ἀπογενόμενόν μου υἱόν, ἀκολούθως καὶ ᾗ ἔθετό μοι τρίτῃ ἀνεγκλησίᾳ πλη ρωθεῖσα ὧν ἔφασκεν ἔχειν αὐτῆς τὸν ἡμέτερον υἱόν. γιγνώσκεινγεινώσκειν δέ σε βούλομαι ὅτι ἀπὸ τῶν ὀφειλομένων τῷ αὐτῷ υἱῷ μου ὑπὸ ιου γυμνασιάρχου Ἀλεξανδρείας ἀπὸ τιμῆς ὀθόνης ἀργυρίου καινοῦ τάλαντα δώδεκα μόνον μοι προήκατο ἓν καὶ θεβαικοῦ κνίδια ἑκατὸν πρὸς τὸ μετελθεῖν σε αὐτὸν περὶ τῶν λοιπῶν ὀφειλομένων μοι ὑπʼ αὐτοῦ. τὸ ἑλληνικὸν βούλημα κύριον ὃ καὶ δισσόν σοι προηκάμην, ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακείμενον, καὶ ἐπερωτηθεῖσα νοοῦσα καὶ φρονοῦσα ὡμολόγησα. ἔτους ια καὶ ἔτους ι τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους γ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν Ἐπιφανεστάτων Καισάρων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν ὑπατείας Νουμμίου Τούσκου καὶ Ἀννίου Ἀνυλλείνου τῶν λαμπροτάτων Αὐρηλία Εὐστόργις διεθέμην ὡς πρόκειται. Αὐρήλιος Τριάδελφος Ἑρμοφίλου συμπάρειμισυμπάριμι αὐτῇ καὶ ἔγρ αψα ὑπὲρ αὐτῆς μης μὴ εἰδυίης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.