no image
DDbDP-text
Contract of Deposit via HGV-meta
Linked by Trismegistos ID
TM 16012.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Θέων ὁ καὶ Ἑρμείας Σαραπίωνος μητρὸς Σαρα πιάδος ἀπʼ Ὀξυρύγχων πόλεως τῶν ἐξ ἐφηβείας ἱερο νικῶνἱερονεικῶν τῆς αὐτῆς πόλεως Αὐρηλίῳ Σιλβανῷ τῷ καὶ Σαραπίωνι Πτολεμαίου τοῦ καὶ Σαραπίωνος ἀπὸ τῆς αὐτῆς πόλεως τῶν ἐξ ἐφηβείας ἱερονεικῶν τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἔχειν ἐν παραθέσει ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς πεντακοσίας γίνονται δραχμαὶ φ καὶ ταύταςταυτα σοι ἀ ποκαταστήσω ὁπόταν αἱρῇ χωρὶς πάσης ὑπερθέσεως, εἰ δὲ μὴ ἐκτείσω σοι κατὰ τὸν τῶν παραθηκῶν νόμον. κύρια τὰ τῆς παραθήκης γράμματα ἁπλᾶ γραφέντα παντα χῇ ἐπιφερόμενα καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερω τηθεὶς ὡμολόγησα. ἔτους Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Ἁθύρ ζ. Αὐρήλιος Θέων ὁ καὶ Ἑρμίας Σαραπίωνος ἔσχον ἐν παραθέσειπαραθέσι τὰς τοῦ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ ἀποκαταστήσω ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.