no image
DDbDP-text
Registration of a Child via HGV-meta
Linked by Trismegistos ID
TM 21779.
Each record below describes this same ancient text from a different angle.
Συρίωνι ἀμφοδογραμματεῖ γ φυλῆς παρὰ Ἀπολλωναρίου Ἁρπάλου μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Χάρμου Παυσειρᾶτος μητρὸς καὶ παρὰ Ζωίλου Ζωίλου τοῦ Ἀπολλωνίου μητρὸς Κλαυδίας Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως. βουλόμεθα πρώτως ἀπὸ τοῦ νῦν ἀναγραφῆναι ἐπὶ τοῦ ὑπάρ χοντος ἐμοὶ τῇ Ἀπολλωναρίῳ ἐπʼ ἀμφόδου Πλατείας μέρους οἰ κίας τὸν ἐμοῦ τοῦ Ζωίλου γνήσιον υἱὸν Ὡρείωνα μητρὸς Ἡρᾶτος Ἀπολλωνίου δωδεκάδραχμον ἀπὸ γυμνασίου ὄντα πρὸς τὸ ἐνεστὸς ιζ ἔτος ἐτῶν τριῶν καὶ μηνῶν πέντε . διὸ ἐπιδίδομεν τὸ ὑπό μνημα ὡς καθήκει καὶ ὀμνύομεν τὴν τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα Καίσαρος Σεβαστῶν τύχην μὴ ἐψεῦσθαι. ἔτους ιζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Τῦβι ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.