no image
DDbDP-text
Applications to Receive the Dole via HGV-meta
Linked by Trismegistos ID
TM 16617.
Each record below describes this same ancient text from a different angle.
κγ Καλπουρνίῳ Ὡρείωνι τῷ κρατίστῳ ὑπο μνηματογράφῳ παρὰ Αὐρηλίου Ἀνεικήτου Σαραπάμμωνος μητρὸς Ἰσιδώρας ἀπὸ τῆς λαμπρᾶς Ὀξυ ρυγχειτῶν πόλεως. ἐπειδὴ ἔδοξεν ἐν τῇ κρατίστῃ βουλῇ ὥστε τοὺς λελειτουργηκότας μετασχεῖν τῆς τοῦ σιτηρεσίου δόσεως καὶ αὐτὸς λειτουργῶ νῦν ἐπʼ ἀμφόδου Ἑρμαίου μητροπόλεως, ὁ δὲ τοῦ ἡμε τέρου ἀμφόδου φύλαρχος ἐκ τῶν ἐπι δοθέντων ὑπʼ αὐτοῦ τῶν ὁμοίων μοι κατʼ ἄνδρα βιβλίων παρεῖκεν τὸ ἡμέ τερον ὄνομα, ἀναγκαίως τῶνδε τῶν βιβλίων ἐπίδοσιν ποιοῦμαι ἀξιῶ ν ταγῆναί με πρὸς τὸ δύνασθαί μεμαι μετα σχεῖν τῆς τοῦ σιτηρεσίου δόσεως κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ κατʼ ἴσον τῶν ὁμοίων μοι. διευτύχει. ἔτους α Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων κϛ λειτουργεῖλιτουργεῖ εανου υρης ἐν οἰκείᾳ τάξει λαβε αὐτόν. ὁ προκείμενος λιτ ὑπακουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.