no image
DDbDP-text
Applications to Receive the Dole via HGV-meta
Linked by Trismegistos ID
TM 16602.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Πλουτίωνι γραμματεῖ σιτηρεσίου παρὰ Αὐρηλίου Σαραπίωνος Ἔρω τος τοῦ μητρὸς ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως. ἀναγραφόμενος ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου ἐπικριθεὶς τῷ ια ἔτει καὶ γενόμενος πρὸς τὸ ἐνεστὸς β ἔτος ἐτῶν κ καὶ ἐκ τοῦ γενομένου κλή ρου κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ ἐπίλογ χος λαχὼν χώρας παρα πεσούσης εἰσάγω ἐμαυ τὸν ἀντὶ Θέωνος Διοσ κουρίδου τοῦ Θεοξένου μητρὸς Θεωνίδος τῆς καὶ Ἀρσινόης ὄντος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου τετελευ τηκότος, καὶ ἀξιῶ ἐνταγῆ ναι πρὸς τὸ καὶ ἐμὲκἀμὲ μετασ χεῖν τῆς τοῦ σιτηρεσίου δωρεᾶς. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Τῦβι ιθ. Αὐρήλιος Σαραπίων Ἔρωτος ἐπιδέδωκα. Αὐρήλιος Ἡρακλῆς ὁ καὶ Δημήτριος Σαραπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπικριθεὶς ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Βησάμμων καὶ οἱ σὺν ἐμοὶ χειροτονηταί· οὗτός ἐστι ὁ προκείμενος ὁ διακριθεὶς καὶ ἀναγορευ θεὶς ὑπήκουσε. Αὐρήλιος Θέων γνωστήρ· οὗτός ἐστιν ὁ διακριθεὶς ὃν γνωρίζω. Αὐρήλιος Ἀντώνιος γνωστήρ· οὗτός ἐστιν ὁ διακριθεὶς ὃν καὶ γνωρίζω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.