no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22726.
Each record below describes this same ancient text from a different angle.
βιβλιοφύλαξιν ἐνκτήσεων Ἑρμοπολίτου παρὰ Αὐρηλίου Θεογνώστου τοῦ καὶ Μώρου Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως Ἑρμοπολίτου ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ϛ ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου μετʼ εὐδοκήσεως τοῦσυνευδοκοῦντοςσυνευδοκοῦντως μοι Ἰσιδώρου ἀδελφοῦ μου τῶν αὐτῶν γονέων ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ὃ ἠγόρασα παρʼ αὐτοῦ κατὰ διαγραφὴν τραπέζης τῷ αὐτῷ ϛ ἔτει μηνὶ Μεσορὴν τρίτον μέρος οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδου καὶ ἐξόδου ἐν Ἑρμουπόλει ἐπὶ Φρουρίου Λιβός, τῆς δὲ διαγραφῆς τὸ ἀντίγραφον ἐν ἐκτάκτῳ ὑμῖν ἐπήνεγκα. διὸ ἀναφέρω καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην οὕτως ἔχειν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ ζ. Αὐρήλιος Θεόγνωστος ὁ καὶ Μῶρος Ἑρμαίου ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος ἸσίδωροςἸσίδωρας Ἑρμέου εὐδοκῶ αὐτῷ. Αὐρήλιος Χαιρήμων ὁ καὶ Διόσκορος βουλευτὴς βιβλιοφύλαξ διὰ γραμματέως ἔσχον ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.