no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22724.
Each record below describes this same ancient text from a different angle.
βιβλιοφύλαξιν ἐνκτήσεων Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἑρμείνου τοῦ καὶ Μώρου καὶ Θεογνώστου τοῦ καὶ Μώρου ἀμφοτέρων Ἑρ μαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος Ἑρμοπολιτῶν ἀναγραφομένων ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου. ἀπογραφόμεθα εἰς τὸ ἐνεστὸς ϛ ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου ἀπὸ κληρονομίας τοῦ πατραδέλφου ἡμῶν Ἑρμείνου Ἀχιλλέως ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου τετε λευτηκότος ἀτέκνου καὶ ἀδιαθέτου ἐπί τε ἡμῖν καὶ ἑτέρῳ ἀδελφῷ Ἰσιδώρῳ τῶν αὐτῶν γονέων μόνοις κληρονόμοις τὸ καθʼ ἡμᾶς δίμοιρον μέρος ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάν των ἐν Ἑρμοῦ πόλειἙρμοπόλει ἐπʼ ἀμφόδου Φρουρίου Λιβός. διὸ ἀναφέρομεν καὶ ὀμνύομεν τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ γ. Αὐρήλιος Ἀρτεμίδωρος βουλευτὴς βιβλιοφύλαξ διὰ Αὐρηλίου Σαραπάμμωνος γραμματέως. παρακειμένου τῷ ὀνόματι τοῦ πατραδέλφου ὑμῶν μηδὲν αὐτὸν τὸ σύνολον λοιπογραφεῖσθαι καὶ ἀδήλου ὄντος εἰ ὑμῖνὑμεῖν διαφέρει ἡ κληρονο μία αὐτοῦ, ἔσχον ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.