no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22719.
Each record below describes this same ancient text from a different angle.
ἀμφοδογραμματεῦσι Φρουρίου Λιβὸς παρὰ Αὐρηλίου Ἑρμείνου τοῦ καὶ Μώρου Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος Κάστορος Ἑρμοπολίτου ἀπὸ γυμνασίου ἀναγραφομένου ἐπὶ Πόλεως Ἀπηλιώτου. ἀπογράφομαι κατὰ τὰ κε λευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Οὐαλερίου Δάτου εἰς τὴν κατʼ οἰκίαν ἀπογραφὴν τοῦ κδ ἔτους Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου εἰς κτητι κὸν σταθμὸν τοῦ πατραδέλφου μου Ἑρμείνου Ἀχιλλέως τετελευτηκότος ἐπὶἐπεὶ τῷ πατρί μου κληρονόμῳ ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐπὶ Φρουρίου Λιβὸς ιδ ἐμαυτὸν Αὐρήλιον Ἑρμεῖνον τὸν καὶ Μῶρον τὸν προγεγραμμένον ἀπὸ γυμνασίου Πόλεως Ἀπηλιώτου ἐτῶν μθ Αὐρήλιον Θεόγνωστον τὸν καὶ Μῶρον ἀδελφόν μου τῶν αὐτῶν γονέων ἀπὸ γυμνασίου τοῦ αὐτοῦ ἀμφόδου Πόλεως Ἀπηλιώτου ἐτῶν λϛν καὶ ὀμνύω τὴν Αὐρηλίου Σεουήρου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους κεκδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Φαμενὼθ ιϛ. Αὐρήλιος Ὠριγένης ἐν κλήρῳ ἔσχον ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.