no image
DDbDP-text
Oath on Undertaking Service via HGV-meta
Linked by Trismegistos ID
TM 16010.
Each record below describes this same ancient text from a different angle.
στρατηγῷ Ὀξυρυγχίτου Κλαυδίου μητρὸς Θαήσιος ἀπʼ Ὀξυρύγχων πόλεως. εἰσδοθεὶς ἅμα ἄλλοις εἰς πρακτορείαν ἀργυρικῶν μητροπολιτικῶν λημμάτων Ἄνω τοπαρχίας Νεσμείμεως τόπων τοῦ ἐνεστῶτος δ ἔτους ὀμνύω τὴν Γαΐων Ἰουλίων Οὐήρων Μαξιμείνου καὶ Μαξίμου Γερμανικῶν Μεγίστων Δακικῶν Μεγίστων Σαρματικῶν Μεγίστων Καισάρων τῶν κυρίων τύχην εὐθέως ἀντιλήμψεσ θαι τῆς δηλουμένης χρείας καὶ ταύτην ἐκτελέσειν ἐπὶ τὸν τεταγμένον ἑξῆς ἐνιαύσιον χρόνον ἐνφανὴς ὢν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. πα ρέσχον δὲ ἐμαυτοῦ ἐγγυητὴν Αὐρήλιον Διόσκορον Ἀμμωνίου μητρὸς Θαισοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Γαΐου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου καὶ Γαΐου Ἰουλίου Οὐήρου Μαξίμου Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Ἁθὺρ ϛ. Νεσμίμεως ΑὐλήτηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.