no image
DDbDP-text
Petition for a Guardian via HGV-meta
Linked by Trismegistos ID
TM 16582.
Each record below describes this same ancient text from a different angle.
Ἀνδροσθένει τῷ καὶ Ῥούφῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Δημαρίου Ἀπίωνος τοῦ Δω ρίωνος, μητρὸς Ἑλένης, ἀπʼ Ὀξυ ρύγχων πόλεως, μετὰ κυρίου τοῦ πατρὸς Ἀπίωνος Δωρίω νος, μητρὸς Κλευπαροῦτος, ἀπὸ τῆς αὐτῆς πόλεως· ὁ ἀνήρ μου, Διονύσιος ὁ καὶ Σαραπίων Ἀπολ λωνίου, μητρὸς Σινθώνιος, ἀπὸ τῆς αὐτῆς πόλεως, ἐτελεύ τησε τῇ διελθούσῃ δευτέρᾳ ἡμέρᾳ ἀδιάθετος ἐπὶ κληρονόμοις ἀφήλιξι αὑτοῦ ἐξ ἐμοῦ τέκνοις, Ἑρμῇ καὶ Ἡραίδι. ἐπιδίδουσα οὖν τὸ βιβλίδιονβιβλείδιον, ἀξιῶ ἐπιστεῖ λαι τῷ τῆς πόλεως γραμματεῖ ἐπίτροπον τῶν ἀφηλίκων κατα στῆσαι πρὸς τὸ μηδὲν αὐτοῖς παραπολέσθαι. ἔτους ιδι Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ· Μεχεὶρ κδ. Δημάριον Ἀπίωνος ἐπιδέδω κα. Ἀπίων Δωρίωνος ἐπι γέγραμμαιἐπιγέγραμαι τῆς θυγατρός μου κύριος, καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.