no image
DDbDP-text
Receipt for an Axle via HGV-meta
Linked by Trismegistos ID
TM 22082.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ϛ, ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ε, Τῦβι β, ἰνδικτίωνος ἕκτης. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις προσώποις τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος Φοιβάμμων υἱὸς Παπνουθίου μητρὸς Μαύρας ὁρμώμενος ἀπὸ ἐποικίου Νέου τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης τὴν ὑπ’ ἐμὲ γεουχικὴνγεουχικων μηχανὴν καλουμένην Τῶν Χωρίων ἀντλοῦσαν εἰς τὰ αὐτὰ χωρία ἄξονοςαὔξονος ἑνός, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι τὸν ἄξονααὔξονα παρασχεθῆναι, καὶ εὐθέως ἡ ὑμῶν ὑπερφύεια πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τοῦτον ἀγορασθέντα παρ’ ἐμοῦ ἐν ἀγροῖς καὶ τὴν ὑπὲρ αὐτοῦ τιμὴν κατελογίσατό μοι ἐν τοῖς πιττακίοις καινὸν ἐπιτήδειονἐπιτήδιον ἀντλητικὸν εὐάρεστον, ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν Τῦβι δευτέρα τῆς παρούσης ἕκτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ ἑβδόμης ἐπινεμήσεως, τὸν δὲ αὐτὸν ἄξονααὔξονα ἐξυπηρετούμενον τοῖς ποτισμοῖς ἐπὶ πενταετῆ χρόνον, τὸν δὲ παλαιὸν δοθέντα τῷ θυρωρῷθυρουρῷ, καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων υἱὸς Παπνουθίου στοιχεῖ μοι αὕτη ἡ χειρογραφία ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. γίνεται ἄξωναὔξων εἷς μόνος. di emu Papnutiu eteliotheeteliωth. χειρογραφία Φοιβάμμωνος υἱοῦ Παπνουθίου ἀπὸ ἐποικίου Νέου ὑποδοχῆς ἄξονοςαὔξονος ἑνός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.