no image
DDbDP-text
Receipt for Machinery via HGV-meta
Linked by Trismegistos ID
TM 22085.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ιθ, Θὼθ κα, ἰνδικτίωνος ε. Φλαουίῳ Στρατηγίῳ τῷ πανευ φήμῳ καὶ ὑπερφυεστάτῳ ὑπάτῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ σοῦ Φλαουίου Δωροθέου τοῦ περιβλέπτου κόμετος καὶ διοικητοῦ αὐτοῦ, Αὐρήλιος Γεώργιος υἱὸς Μηνᾶ μητρὸς Μάννας ἀπὸ ἐποικίου Χινεωρέου διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος αὐτῆς γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην χατε ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν κυλλῆς κυκλάδος μιᾶς, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαι ταύτην παρασχεθῆναί μοι. καὶ εὐθέως πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων ταύτην ἀγορασθεῖσαν παρ’ ἐμοῦ ἐν ἀγροῖς καὶ τὴν ὑπὲρ αὐτῆς τιμὴν λογισθεῖσάν μοι ὑπὲρ ἀργυρικῶν πέμπτης ἰνδικτίωνος, καινὴν ἐπιτήδειον ἀντλητικὴν εὐάρεστον, ἐδεξάμην ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Θὼθ κα τῆς παρούσης πέμπτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν ἕκτης ἰνδικτίωνος. κυρία ἡ χειρογραφία ἁπλῆ γραφεῖσα ὡς πρόκειται. Γεώργιος υἱὸς Μηνᾶ στοιχεῖ ὡς πρόκειται. Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Serhnu χειρογραφία γεναμένη παρὰ Γεωργίου υἱοῦ Μηνᾶ ἀπὸ ἐποικίου Χινεωρέου κυλλῆς κυκλάδος α .1ανθSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.