no image
DDbDP-text
Ricevuta per la consegna di un argano via HGV-meta
Linked by Trismegistos ID
TM 21289.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαουίου Ἀνατολίου τοῦ λαμπροτάτου Χοιὰκ ι ω τῷ αἰδεσίμῳ πολιτευομένῳ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως λαμπροτάτῳ διοικητῇ πραγμάτων τῆς θειοτάτης καὶ ἐπιφανεστάτης ἡμῶν δεσποίνης Ἀρκαδίας Αὐρήλιος Παῦλος υἱὸς Ἀπφοῦτος ἀπὸ ἐποικίου Καλπουνίου τοῦ αὐτοῦ νομοῦ τῆς αὐτῆς θειοτάτης οἰκίας γεωργὸς ἐναπόγραφος, χαίρειν. χρείας καὶ νῦν γενομένης εἰς τὴν ὑπʼ ἐμὲ δεσποτικὴν μηχανὴν τοῦ Καινοῦ καλουμένην ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀροσίμην γῆν μεγάλου ἐργάτου μηχανικοῦ, προσελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τοῦτον μοι παρασχεθῆναι καὶ τῆς σῆς ἀρετῆς εὐθέως τὸν αὐτὸν ἐργάτην καινὸν ἐπιτήδιον σκυταλῶν τριάκοντα ἓξ παρασχομένης καὶ τοῦ παρόντος μηνὸς Χοιὰκ τῆς παρούσης ἐνάτης ἰνδικτίονος ος εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ὁμολογῶ, τοῦτον ὑποδεξάμενος, ἔχεσθαι τῆς ἀρδείαςἀρδίας καὶ τοὺς φόρους εὐγνωμονεῖν καὶ ὑπακούειν εἰς πάντα τὰ ἀνήκοντα καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς τοῦ αὐτοῦ μεγάλου ἐργάτου ταὐτην ἐθέμην τὴν χειρογραφίαν ἥτις κυρία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Παῦλος υἱὸς Ἀπφοῦτος ὁ προγεγραμμένος ἐθέμην τὴν χειρογραφίαν τοῦ μεγάλου ἐργάτου καὶ συμφωνεῖ Σαραπίων ιωνος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. φανοςαριος τῆς Ὀξυρυγχιτῶν πόλεως Φλαουίος Φμι προνοητήςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.