no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 22524.
Each record below describes this same ancient text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίου ἐπιφανεστάτου Καίσαρος τὸ β. Αὐρηλίῳ Πλωτείνῳ ΕὐδαίμονοςΕὐδαινος ἐξηγητ βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Ἀκούειτος Ἄπιτος μητρὸς Τσεν θώνιος ἀπὸ τῆς αὐτῆς πόλεως καταγεινομένου ἐν ἐποικίῳ Ψενεῦαρ περὶ Σενέπτα. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ιγ καὶ ιβ καὶ ε ἔτος ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Σενέπτα βεν ἀπὸ ἀρουρῶν ε ἄρουραν μίαν ἥμισυ ὥστε ταύτην ξυλαμῆσαι χόρτῳ φόρου φόρου τῆς αὐτῆς αὐτῆς ἀρούρης μιᾶς ἡμί σους ἀργυρίου δραχμῶν χιλίωνχειλίων, γίνονται δραχμαὶ Α, ἀκιν δύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὸν φόρον ἀπολάβῃς. βεβαιουμέ νης δέ μοι τῆς ἐπιδοχῆςἐπιδοχη ἐπάναγκες ἀποδώσω τὸν φόρον τῷ Παχὼν μηνὶ ἀνυπερθέτως γεινο μένης τῆς πράξεως παρά τε ἐμοῦ ὡς καθήκει. κυρί α ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους ιγ καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ε ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Ἁθὺρ δ. Αὐρήλιος Ἀκοῦεις ἐπεδεξάμην εἰς μίσ θωσιν ἄρουραν μίαν ἥμισυ καὶ ἀποδώσω τὸν φόρον ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σιλβανὸς ὁ καὶ Θώνιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.