no image
DDbDP-text
Παράδειξις zur Pfandvollstreckung aus hypallagmatisch gesicherten Exekutiv - Schuldscheinen via HGV-meta
Linked by Trismegistos ID
TM 17348.
Each record below describes this same ancient text from a different angle.
διὰ τοῦ δεῖνος ὑπηρέτου τῇ μηνὸς Θὼθ τοῦ ἐνεστῶτος δ ἔτους καὶ τῆς δεχημέρου διελθούσης καὶ μηδεμιᾶς ἀποδόσεως γενο μένης μηδὲ ἀντιρρήσεως ς παραδεικνύω εἰς ἐνεχυρασίαν τάς τε προκειμένας καὶ ὑπηλλαγμένας ἐπὶ τὸ αὐτὸ κατοικικὰς ἄρουρας ι. ὑπαρ χούσας τῷ δεῖνι περὶ τὴν ἐπάνω κώμην τῷ ἐμαυτῆς κινδύνῳ πρωτοπραξίας φυλασσομένης τῷ φίσκῳ καὶ τοῖς διὰ τοῦ διατάγματος Σουλπικίου Σιμίλεως δηλουμένοις καὶ διὰ τὸ μὴ βιάζειν καὶ τὰς λοιπὰς εἰς συνπλήρωσιν τῶν ἐπάνω μητρικῶν αὐτοῦ ἀρουρῶν η 𐅵 ἄρουρας δ 𐅵 ἐκ τοῦ Νικάν κλήρου περὶ κώμην ς καὶ περὶ τὴν αὐτὴν ἐκ τοῦ Κρατίππου κλήρου ἀπὸ ἀρουρῶν ζ ἄρουρας δ πάσας κατοικικὰς πρὸς τὰ προκείμενα κεφάλαια, δύο μὲν ἀργυρικά, ἓν δὲ πυρικόν, καὶ τούτων τῶν κεφαλαίων τῶν μὲν ἀργυρικῶν δραχμιαίους τόκους, τοῦ δὲ πυρικοῦ κεφαλαίου ἡμιολίαν καὶ τέλη καὶ πρακτορικὰ καὶ ἄλλας δαπάνας ?: νῦν δὲ ἐπιδίδωμι πρὸς τὸ τὰ ἑξῆς νόμιμά μοι ἐπιτελεσθῆναι, ὃν τρόπον καθήκει, καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην οὕτως ἔχειν. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Αὐρηλία Δημητρία ἡ καὶ Τερεῦς μετὰ συνπαρόντος μου Αὐρηλίου Ἀπολλωνίου Ὡρίωνος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.