no image
DDbDP-text
Linked by Trismegistos ID
TM 19395.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίοις Νεμεσίωνι ωνι τῷ καὶ Σαραπίωνι βουλευτῇ Ἀντινοέων πόλεωςλ καὶ Ἁρποκρατίωνι τῷ καὶ ωνι βουλευτῇβουλευταῖσ ἄρχουσι τῆς αὐτῆςτῶν Ἀντινοέων πόλεως καὶ τοῖς σὺν αὐτοῖς πρὸς τῇ μισθώσει ἐδαφῶν γῆς ἀνιερωμένος Ὀσειραντινόῳ θεῷ Ὀσειραντινοείῳ τῷ καὶ μεγίστῳ παρὰ Αὐρηλίου Σαραπίωνος τοῦ δεῖνα μητρὸς Ταπιώμιος, ἀπὸ Πέσλα ἄνω τῆς προγεγραμμένηςπροτ νομαρχίας. βούλομαι ἑκουσίως μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς ιδ ἔτος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου καίσαρος τοῦ κυρίου ἀπὸ τῶν προκειμένων ἐδαφῶν περὶ τὴν αὐτὴν Πέσλα ον καλουμεν Πεκρεω α καὶ ἐνν ὁρίοις εἰς σπορὰν ἐκ φορίου ἀποτάκτου λαχανοσπέρμου ἀρταβῶν τεσσάρων τὸ δὲ προκίμενον ἀποδώσω ὑμῖν ἐν τοῖς Παῦνι καὶ Ἐπεὶπ μησὶν τοῦ ἐνεστῶτος ιδ ἔτους λαχανοσπέρμου ἀρταβῶν ἀβώλων περὶ χ τοῦ ὑμετέρου φ μετρήσω α ε ἀρταβῶν παντὸς τοῦ ἐγβησομένου ἀχύρου τὸ ἥμισυ καὶ τὴν γῆν καθαρὰν θινων ἔργον ἢ τελέσω ἀνὰ ἄρουραν δραχμὰς η. ἐπιθέματος δὲ γενομένουνομένου ἐξέσται ἑτέροις μεταμισθοῖν ἢ καὶ αὐτουργεῖν καὶ οὐ χρήσομαι τῷδε τῷ συνχρηματισμῷ πρὸς ἕτερον δίκαιον· καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ αὐτοκράτορος καίσαρος Μάρκου Αὐρηλίου Σε ουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ, Ἁθὺρ ζ. Αὐρήλιος Σαρα πίων μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Διόσκορος ὁ καὶ Ἀρίθας ου Ἁδριάνιος ὁ καὶ Ζήνειος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.