no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20761.
Each record below describes this same ancient text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν τὸ ϛ. Αὐρηλίᾳ Ἀντιοχίῃ τῇ καὶ Διονυσίᾳ, θυγατρὶ Ἀντιόχου τοῦ καὶ Διονυσίου ἄρξαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, παρὰ Αὐρηλίου Διοσκόρου Ἀπολλωνίου μητρὸς Εἰδοῦτος, ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ἔτος ιε καὶ γ ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ Σεντὼ ΠλελὼΣεστωπλελὼ τῆς μέσης τοπαρχίας τοῦδε τοῦ νομοῦ πρὸς ἐποικίῳ Σαειτε λεγομένῳλεγομένου ἐκ βορρᾶ χώματος μηχανῆς ἐδάφους Τεψιταὶ λεγομένου, ἀρούρας ἐννέαἐνναία , ἢ ὅσαιὅσας ἐὰν ὦσι, ἐκ γεωμετρίας, εἰς ξυλαμὴν λινοκαλάμηςλινουκαλάμης, φόρου ἀποτακτοῦ ἑκάστης ἀρούρηςἀρούρας ἀργυρίου ταλάντουταλαντον ἑνὸςἓν καὶ δραχμῶνδραχμάς τρισχιλίωντρισχιλίας πεντακοσίωνπεντακοσίας . ἀπὸ δὲ τῶν συναγομένων αὐτόθι ὁμολογεῖ ἡ γεοῦχος ἐσχηκέναι παρὰ τοῦ μεμισθωμένου ἀργυρίου τάλαντα τέσσαρα ἀκίνδυναἀκινδυνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὴν γεοῦχον κυριεύουσαν τῶν καρπῶν ἕως οὗτοῦ τὸν φό ρον ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἐπάναγ κες ἀποδώσω τὰ λοιπὰλυπὰ τοῦ φόρου τῷ Ἐπεὶφ μηνὶ τοῦ ἐνεσ τῶτος ἀνυπερθέτως. κυρία ἡ ἐπιδοχή, καὶ ἐπερωτηθεὶς ὡ μολόγησα. ιε ἔτους καὶ γ ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σευήρου καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καισάρων, Φαῶφι ιϛ. Αὐρηλία Ἀντιοχία ἡ καὶ Διονυσία ἐμίσθωσα ὡς πρόκειται καὶ ἔσχον τὰ τοῦ ἀργυρίου τάλαντα τέσσαρα ὡς πρόκειται. διʼ ἐμοῦ Ἀπίωνος ς ἐγένετο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.