no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 17936.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δευτέρου, Θὼθ κε, ἰνδικτίωνος ιε. Φλαουίῳ name τῷ λαμπροτάτῳ function τῆς ἡγεμονικῆςΦλαουίῳ κατὰ Ἀρκαδίαν τάξεως υἱῷ τοῦ τῆς μακαρίας μνήμης ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος υἱὸς Παύλου μητρὸς ὁρμώμενος ἀπὸ ἐποικίου Εἰρήνης τοῦ μεγάλου Ἑρμουπολίτου νομοῦ κτήματος τῆςὑμετέρας λαμπρότητος χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ ἐνεστῶτος ἔτους σπη σνζ, τῆς παρούσης πεντεκαιδεκάτης ἰνδικτίωνος, κατασπορᾶς δὲ καὶ συλλογῆς καρπῶν τῆς σὺν θεῷ πρώτης ἐπινεμήσεως, τὴν διαφέρουσαν τῇ ὑμετέρᾳ λαμπρότητι ὁλόκληρον μηχανὴν καλουμένην ἐξηρτισμένην πάσῃ ξυλικῇ ἐξαρτίᾳ καὶ σιδηρώμασιν μετὰ καὶ τοῦ ἐπικειμένου ἐν αὐτῇ λάκκου καὶ ὑδρεύματος καὶ κυκλευτηρίου καὶ μηχανικῶν ὀργάνων καὶ φυτῶν παντοίων καὶ παντὸς ἑτέρου δικαίου καὶ τελέσω τῇ ὑμετέρᾳ λαμπρότητι ὑπὲρ φόρου ταύτης καθʼ ἕκαστον ἐνιαυτὸν ἐπί τε Νειλοβρόχου καὶ ἀβρόχου σίτου λλλια εκτου ἐξαγίου τῇ ὑμετέρᾳ λαμπρότητι εκτου αὐτῆς εξ δεκαπέ ντε, δώσω δὲ καὶ τὰ ἔκτακτα πάντα καὶ τὰς γεουχικὰς ὑπηρεσίας πάσας καὶ τὰ ἑορτικὰ προς, ὃνπερ φόρον ἀκίνδυνον ὄντα παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω αὐτῇ ἐν τῷ δέοντι καιρῷ ἀνυπερθέτως, τὴν δὲ νομὴν τῆς προειρημένης μηχανῆς ἄτρωτον ἀβλαβῆ φυλάξω καὶ παραδώσω τῇ ὑμετέρᾳ λαμπρότητι ὁπόταν βουληθείη ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. υἱὸς Παύλου ὁ προγεγραμμένος πεποίημαι ταύτην τὴν μίσθωσιν καὶ ἀποδώσω τὸν προγεγραμμένον φόρον κατὰ τὴν ἀνωτέρωἀνωτέραν διήγησιν ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος . di' emu eteliothh .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.