no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 22153.
Each record below describes this same ancient text from a different angle.
ὑπατείᾳὑπατίᾳ Φλαουΐων Ζήνωνος καὶ Μαρκιανοῦ τῶν λαμπροτάτων, Χοίακ ιη, η ἰνδικτίωνος. Φλαουΐᾳ Ἴσιδι τῇ λαμπροτάτῃ θυγατρὶ καὶ κληρονόμῳ τοῦ τῆς ἐνδόξου μνήμης Στρατηγίου γεουχούσῃ ἐνταῦθα τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει διὰ Ἀρεωβίνδου οἰκέτου τοῦ καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῇ ἰδίᾳ δεσποίνῃ τὴν ἐκ τῆς ἐπερωτήσεως ἁρμόττουσαν ἀγωγήν τε καὶ ἐνοχήν, παρὰ Αὐρηλίου Ἀπολλῶς υἱοῦ Ἰακὼβ ἀπὸ κώμης Μερμέρθων τοῦ αὐτοῦ νομοῦ. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ ἐνεστῶτος ἔτους ρμϛ ριε, σπορᾶς τῆς ἐνάτης ἰνδικτίονος, ἀπὸ τῶν ὑπαρχόντων τῇ σῇ λαμπρότητι τῶν καὶ περιελθόντων εἰς αὐτὴν ἀπὸ δικαίου κληρονομίας τοῦ τῆς μεγαλοπρεποῦς μνήμης σου πατρὸς ἐνἐμ πεδίοις τῆς ἡμετέρας κώμης ὁλόκληρον μηχανὴν ἐξηρτισμένην πάσῃ ἐξαρτίᾳ καὶ σιδηρώμασιν καὶ τὰς ὑποστελλούσας ταύτῃ ἀρούρας δεκαεννέα ἥμισυ , οὔσας ἐν διαφόροις τοποθεσίαις οὕτως· ἐδάφους Μενθῦμενθη ἀρούρας ἐννέα καὶ ἀπὸ γεωργίου Ἀβρααμίου ε ἐν τῷ αὐτῷ ἐδάφει ἀρούρας ἓξ ἥμισυ καὶ ἀπὸ γεωργίου ς ου ἀρούρας δύο καὶ ἐξ ἑκατέρωθεν τῆς ὁδοῦ, βορρᾶ γίνονται ἄρουραι ιθ 𐅵 εἰς σπορὰν ὧν ἐὰν αἱρῶμαι γενημάτων καὶ τελέσω ὑπὲρ φόρου σίτου ἀρτάβας ἑβδομήκοντα πέντε καὶ λαχανοσπέρμου ἀρτάβας τρεῖς τέταρτον σίτου ἀρτάβας πέντε ἥμισυ καὶ ἀρτάβας τρεῖςτρῖς τέταρτον χοίνικας δύο ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὴν σὴν λαμπρότητα, τῆς ἀναβολῆς τῶν ναουΐων οὔσης πρὸς ἐμὲ τὸν μεμισθωμένον. κυρία ἡ μίσθωσις δισσὴ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπολλῶς πεποίημαι τὴν μίσθωσιν καὶ τελέσω τὸν φόρον καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειταιπρόκιται. Αὐρήλιος έωνος ἀξιωθεὶς ἔγραψα μαρτυρῶ τῇδε τῇ μισθώσει μαρτυρῶ τῇδε τῇ μισθώσει diʼ emu Foibammonis μίσθωσις Ἀπολλῶτος ἀπὸ κώμης Μερμέρθων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.