no image
DDbDP-text
Receipt for Part of a Water - wheel via HGV-meta
Linked by Trismegistos ID
TM 22033.
Each record below describes this same ancient text from a different angle.
τοῖς μετὰ τὴν ὑπατείαν τοῦ τῆς θείας λήξεως Νέου Λέοντος τὸ α Παχὼν ιγ. Φλαουίῳ Ἀλεξάνδρῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξοτάτῳ στρατηγῷ διὰ σοῦ Φλαουίου Ἰωσὴφσσηφ λαμ προτάτου διοικητοῦ πραγμάτων τοῦ αὐτοῦ ἐνδοξο τάτου ἀνδρὸς διακειμένων κατὰ τὴν Ὀξυρυγχιτῶν Αὐρήλιος Συμφωνίας υἱὸς Ἀβρααμίου ἀπὸ ἐποικίου Πιάα τοῦ αὐτοῦ ἐνδοξοτάτου ἀνδρὸς τοῦ αὐτοῦ νομοῦ. χρείας καὶ νῦν γενομένης εἰς τὴν ὑπʼ ἐμὲ γεου χικὴν μηχανὴν τοῦ κτήματος καλουμένην ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμον γῆν κυκλά δος μιᾶς ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα ὥστε ταύτην μοι παρασχεθῆναι, καὶ εὐθέως ἡ ὑμῶν λαμπρότης τὴν αὐτὴν κυκλάδα καινὴν ἐπιτηδείανἐπιτηδίαν ἀντλητικὴν παρέσχετό μοι διὰ Φοιβάμ μωνος τοῦ τέκτονος, ἥντινα ὑποδεξάμενος ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν Παχὼν τρεισκαι δεκάτητρισκαιδεκάτη γεωργίας τῆς πεντεκαιδεκάτης ἰνδικτίονος ὁμολογῶ τὰς ἀντλήσεις καὶ ὑδροπαροχίας πληρῶσαι ἀμέμπτως καὶ τοὺς φόρους εὐγνω μονεῖν καὶ ὑπακούειν εἰς πάντα τὰ ἀνήκοντα. κυρία ἡ χειρογραφία ἁπλῆ γραφεῖσαγραφῖσα καὶ ἐπερωτηθεὶςἐπερωτηθὶς ὡμολόγησα. Αὐρήλιος Συμφωνίας Ἀβρααμίου ὁ προκείμενος πεποίημαι τήνδε τὴν χειρογραφίαν καὶ συμφωνεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Παπνούθις Ἰωάννου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος γράμματα μὴ εἰδότος. di emu Phem χειρογραφία Συμφωνία υἱοῦ Ἀβρααμίου ἀπὸ Πιάα ὑποδοχῆς κυκλάδος μιᾶς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.