no image
DDbDP-text
Location de terrain via HGV-meta
Linked by Trismegistos ID
TM 18427.
Each record below describes this same ancient text from a different angle.
χμγ ὑπατείας Φλαυίου ὈλυβρίουὈλύμβριο τοῦ ἐνδοξοτάτου Παῦνι ιη ἕκτης ἰνδικτίονος. ταῖς εὐγενεστάταις Σιβύλλᾳ καὶ Ἡραείδι, ὑπὲρ ὀνόματος Σουροῦτος, θυγατράσιθυγατραις τοῦ τῆς μακαρίας μνήμης Μουσαίου, διὰ τοῦ θαυμασιωτάτου Ἀπολλῶτος Ἰσακίου βοηθοῦ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ Αὐρηλίου Βίκτορος Παπνούθου, μητρὸς Τσενβίκτωρ, ὁρμωμένου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς ὑμῶν θαυμασιότητοςθαυμασιώτητος πρὸς τριετῆ χρόνον, λογιζόμενον ἀπὸ καρπῶν σὺν Θεῷ μέλλουσης ἑβδόμης ἰνδικτίονος καὶ αὐτῆς, τὸ ὑπάρχον ὑμῖν κτῆμα κλήρου καλουμένου Πία Πετὸ Οὐεσῶτος, σὺν λάκκῳ καὶ δεξαμενῇ καὶ φυτοῖς καὶ φοίνιξι καὶ δικαίοιςδικαιων πᾶσιπαντων ἐντὸς καὶ ἐκτὸς κατὰ τὰ ὅρια, ἐφʼ ᾧ με τοῦτο γεωργῆσαι, καὶ τὴν πᾶσαν ἐργασίανἐργασείαν ποιήσασθαι ἐνδείξασθαιἐνδίξασθαι ἰδίοις μου ζῴοις καὶ γεωργοῖς. καὶ ὑπὲρ τούτοντούτων τὸν φόρον ἑτοίμως ἔχω κατʼκαθʼ ἐνιαυτὸν παρασχεῖν τὰ ἐνελκόμενα δημοσίου χρυσικοῦ καὶ τῆς σιτοπομπίας τῆς ἐμβολῆς καὶ ναύλου ἐν τελείῳ καὶ ἀβροχικῷ καὶ διδόναι ὑμῖν ἐκτὸς τῆςτὴν ἐμβολῆςἐμβολην καὶ χρυσικοῦ εἰς συμπλήρωσιν τῶντα αὐτῶναὐτα ἐκφορίωνἐκφορια σίτου ἀρτάβας εἴκοσι ὀκτὼ μέτρῳ φορικῷ τοῦ μεγαλοπρεπεστάτου κόμετος Ἀμμωνίου. παρέξω δὲ καὶ τυροὺς πεντήκοντα καὶ λεψάνης κολοβὰ τέσσερα ὑπὲρ τοῦ ὑπʼ ἐμὲ βοσκήματος, καὶ χρυσοῦ τριμήσιον ἕν· ἀκωλύτως δὲ ἔχω λαβεῖν ὕδωρ ἀπὸ τοῦ ἐκεῖσε λάκκου καὶ δεξαμενῆς εἰς τὰς ξένας καὶ συνημμένας ἀρούρας τῷ αὐτῷ τόπῳ ἄνευ μισθοῦ. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔχω δὲ τοὺς φοινίκους, καὶ μὴ λαμβάνετε μηδένα. Αὐρήλιος ΠαπνουθίοςΠαπνουθιου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. ΑὐρήλιοςΦλαύιος Ἀπολλὼς Διοσκόρου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος διʼ ἐμοῦ ΚύρουΞατουΠέτρου νομικοῦ ἐγράφη Θεοῦ θελόντος οὕτωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.