no image
DDbDP-text
Location de terrain via HGV-meta
Linked by Trismegistos ID
TM 18428.
Each record below describes this same ancient text from a different angle.
χμγ νομισμάτιον α παρὰ κεράτιον α, ἀρτάβαι δ ὑπατείας Φλαουίων Ὀρέστου καὶ Λαμπαδίου τῶν ἐνδοξοτάτων Μεσορὴ ἑβδόμῃ καὶ εἰκάδιεἰκὰς τῆς ἐνάτηςἐννάτης ἰνδικτίωνος. Ἀπολλῶτι τῷ εὐδοκιμωτάτῳευδοκιμοτατω πρωτοκωμήτῃ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, υἱῷ τοῦ τῆς μακαρίας μνήμης Διοσκόρου, Αὐρήλιος Ἀπολλὼς υἱὸς Ἀβρααμίου, μητρὸς Θηρακλείας, οἰκῶν ἐν τῇ νοτινῇ πεδιάδι τῆς κώμης Τανυαίθεως τοῦ ἈπολλωνοπολίτουἈπολωνοπολίτου μικροῦ νομοῦ χαίρειν. ὁμολογῶ ἑκὼν καὶ πεπεισμένος μεμισθῶσθαι παρὰ τῆς σῆς εὐδοκιμήσεως πρὸς ἑξαετῆ χρόνον, λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχῶς ἐσομένης σὺν Θεῷ δεκάτης ἰνδικτίωνος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου, τὰς ὑπαρχούσας αὐτῇ ἀρούρας, ὅσαιὅσα εἰσὶ, διακειμένας ἐπὶ κλήρου λεγομένου Φήνεως ἐν τῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης, καλουμένας Ψαλεκ, ἀνύδρου γῆς, εἰς γεωργίαν καὶ εἰς κατάθεσιν ὧν ἐὰν βούλομαι γενημάτων, ἐπʼ ἀποτάκτῳ φόρῳ, ἐφʼ ᾧ με ταύτας γεωργῆσαι καὶ σπερμοβολῆσαισπερμαβολῆσαι καὶ τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιήσασθαι ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι, και παρασχεῖν τῇ ὑμέτερᾳ εὐδοκιμήσει, ὑπὲρ ἀποτάκτου φόρου τούτων ἐν τελείῳ καὶ ἀβροχικῷ, ὃ μὴ εἴη, καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ καρπῶν τῆς αὐτῆς δεκάτης ἰνδικτίωνος καὶ αὐτῆς, ἐπὶ τῶν αὐτῶν ἓξ ἐτῶνἐτιῶν, χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτιον ἕν, καὶ ἀράκου καθαροῦ καὶ φορικοῦ ἀρτάβας τέσσερας, καὶ ὑπὲρ τῆς συμπληρώσεως τῶν ἐκφορίων τῶν παρελθόντων χρόνων ἕως τῆς ἐνάτηςἐννάτης ἰνδικτίωνος, ἀράκου ἀρτάβας δέκα καὶ χρυσοῦ κεράτια δύο χρυσοχοϊκῷ, γίνεται ὁμοῦ χρυσοῦ νομισμάτιον α παρὰ κεράτιον α, καὶ κεράτια β καὶ ἀράκου ἀρτάβαι ιδ ἀναμφιλόγως. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος ἈπολλὼςἈπολλὸς Ἀβρααμίου ὁ ροκείμενοςσυμφωνεῖσυμφονοῖ μοιμοιν ὣςὃς πρόκειται Αὐρήλιος Ἐνὼχ ἸερημίαἸερημιας, ἀξιω θεὶςἀξιοθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦαὐτοιῦ γράμματα μὴμὲ εἰδότος ἐγράφη διὰ Οὐίκτορος νομικοῦ Ἀπολλῶτος κτητSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.