no image
DDbDP-text
Receipt for an Axle via HGV-meta
Linked by Trismegistos ID
TM 22077.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου τὸ β Φαῶφι δ ἰνδικτίονος ϛ. Φλαουίῳ Στρατηγίῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξοτάτῳ κόμετι τῶν καθοσιωμένων δομεστικῶν, υἱῷ τοῦ ὑπερφυεστάτου καὶ πανευφήμου ἀπὸ ὑπάτων Ἀπίωνος, γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει, Αὐρήλιος Ἰωσὴφ υἱὸς Ἀβρααμίου μητρὸς Ἄννας ἐναπόγραφος γεωργὸς ὁρμώμενος ἀπὸ ἐποικίου Παψάου κτήματος τοῦ ὑμῶν μεγέθους τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. χρείας καὶ νῦν γενομένης γενομένης εἰς τὴν ὑπʼ ἐμὲ τῆς ὑμετέραςυμετερς μεγαλοπρεπείας γεουχικὴν μηχανὴν καλουμένην Θρυείτιδος ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμον γῆν ἄξονος ἑνός ἀνελθὼν ἐπὶ τὴν πόλιν ἠξίωσα τὴν ὑμῶν μεγαλοπρέπειαν κελεῦσαι τοῦτόν μοι παρασχεθῆναι εἰς ἀναπλήρωσιν τῶν μηχανικῶν ὀργάνων, καὶ εὐθέως τὸ σὸν ἔνδοξον μέγεθος φροντίδα τιθέμενον τῶν αὑτοῦ πραγμάτων τὸν αὐτὸν ἄξονα καινὸν ἐπιτήδειονἐπιτήδιον ἀντλητικὸν εὐάρεστον παρέσχετό μοι διὰ τοῦ ἐνταῦθα διαπραγμα τευομένου, ὅντινα ὑποδεξάμενος ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἐστὶν τετάρτη τοῦ ὄντος μηνὸς Φαῶφι τοῦ ἐνεστῶτος ἔτους ροδ ρμγ τῆς παρούσης ἕκτης ἰνδικτίονος κατασπορᾶς καὶ καρπῶν ἑβδόμης ἐπινεμήσεως ὁμολογῶ τὰς ἀντλήσεις καὶ ὑδροπαροχίαςὑδροπαροχείας ἀμέμπτως ποιεῖσθαι καὶ τοὺς φόρους εὐγνωμονεῖν καὶ ὑπακούειν εἰς ἅπαντα τὰ ἀνήκοντα τῷ γεουχικῷ λόγῳ. κυρία ἡ χειρο γραφίαχειρογραφεία ἁπλῆ γραφεῖσα non transcr lin di emu Sarapammonos egrafe Octobreoctombrio δ ἰνδικτίονος ϛ. χειρογραφία vestiges ἐναπογράφου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.