no image
DDbDP-text
Receipt for an Axle of a Water - wheel via HGV-meta
Linked by Trismegistos ID
TM 16568.
Each record below describes this same ancient text from a different angle.
ὑπατείᾳὑπατίᾳ Φλαουίων Ὀρέστου καὶ Λαμπαδίου τῶν λαμπροτάτων Τῦβι δ ἰνδικτίονος θ Φλαουίῳ Στρατηγίῳ τῷ πανευφήμῳ καὶ εὐκλεεστάτῳ ἀπὸ ὑπάτων στρατηλάτῃ καὶ πατρικίῳ πρωτεύοντι κατά τε τὴν Ἡρακλεοπολιτῶν καὶ κατὰ ταύτην τὴν λαμπρὰν Ὀξυρυγχιτῶν πόλιν διὰ Μηνᾶ οἰκέτου τοῦ καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ ὑπερφυεστάτῳ ἀνδρὶἀνδρεὶ Αὐρήλιος Ἐπίμαχος ὁ καὶ Ἀπίμα υἱὸς Φοιβάμμωνος μητρὸς Τερμουθίης ὁρμώμενος ἀπὸ ἐποικίου Παγγουλεείου κτήματος τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος γεωργὸς χαίρειν. χρείας καὶ νῦν γενομένηςγεναμένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Πεντααρουραίας ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμονἀρρόσιμον γῆν ἄξονος ἑνὸς ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφυείαν ὥστε κελεῦσαί μοι παρασχεθῆναι τὸν αὐτὸν ἄξοναἀξονον καὶ εὐθέως ἡ ὑμῶν ὑπερφυεία πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τὸν αὐτὸν ἄξονα παρέσχετό μοι διὰ Μοίσωνος οἰκέτουοἰκετη τοῦ αὐτοῦ ὑπερφυεστάτου ἀνδρὸς καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον, ὃν ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἔστιν Τῦβι τετάρτη τοῦ ἐνεστῶτος ἔτους σζ ρπϛ τῆς παρούσης ἐνάτης ἰνδικτίονος ὑδροπαροχίας δὲ δεκάτης ἐπινεμήσεως τοῦ δὲ παλαιοῦ ἄξονος κατενεχθέντος καὶ δοθέντος εἰς τὴν μεγάλην γεουχικὴν οἰκίαν καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν ἥτις κυρία ἐστὶνοὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἐπίμαχος υἱὸς Φοιβάμμωνος ὁ προγεγραμμένος πεποίημαι τὴν χειρογραφίανχειρογραφείαν ὑποδεξάμενος τὸν καινὸν ἄξονα καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος Μηνᾶς υἱὸς τοῦ μακαρίου Θεοδώρου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος di emu Filoxenu eteliothe Τῦβι δ ἰνδικτίονος θ υκγ χειρογραφίαχειρογραφία Ἐπιμάχου υἱοῦ Φοιβάμμωνος ἀπὸ ἐποικίου Παγγουλεείου ὑποδοχῆςΠαγγουλεείου ὑποδοχῆς ἄξονος ἑνόςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.