no image
DDbDP-text
Lease of House - property via HGV-meta
Linked by Trismegistos ID
TM 22062.
Each record below describes this same ancient text from a different angle.
χμγ. μετὰ τὴν ὑπατείαν Φλαουίου Λογγίνου τοῦ λαμπροτάτου Φαρμοῦθι ιθ ἰνδικτίονος ι. Αὐρηλίοις ΜαρτυρίῳΜαρτυρίου καὶ Ἀπφοῦτι ὁμογνησίοις ἀδελφοῖς ἐκ πατρὸς τοῦ τῆς μακαρίας μνήμης Εὐλογίου γενομένου παλατίνου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλία Μαρτυρία θυγάτηρ Σαρμάτου ἀπὸ κώμης Ἰβίχεως τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἔτι ἀπὸ νε ομηνίας τοῦ παρόντος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος ἔτους ρξγ ρλβ τῆς παρούσης δεκάτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων τῇ ὑμῶν εὐγενείᾳεὐγενίᾳ διακειμένων ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου ΠαμμένουςΠαμμένου Παραδίσου ἀπὸ οἰκίαςοἰκείας τόποντόπων ἕνα νεύοντα ἐπὶ νότον μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου, καὶ τελέσω ὑπὲρ ἐνοικίου ἐνι αυσίως ἀργυρίου μυριάδας χιλίαςχειλίας, ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπη νίκα δὲ ἂν βουληθείητε παραδώσω τὸν αὐ τὸν τόποντόκον ἐπὶ νομῇ. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρηλία Μαρτυρία θυγάτηρ Σαρμάτου ἡ προκειμένη πεποίημαι τὴν μίσθωσιν καὶ ἀποδώσω τὸ ἐνοίκιονἐνοίκειον καὶ συμφωνεῖσυμφωνῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Αὐρήλιος Σερῆνος Φιλοξένου γενομένου διακόνου ἀξιωθεὶς ἔγραψ α ὑπὲρ αὐτῆς παρούσης γράμματα μὴ εἰδυίηςεἰδυείης. di emu Serenu etelesthe Φαρμοῦθι xviiii ἰνδικτίονος x. μίσθωσις Μαρτυρίας θυγατρὸς Σαρμάτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.