no image
DDbDP-text
Lease of House - property via HGV-meta
Linked by Trismegistos ID
TM 22058.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίων Φλωρεντίου καὶ Διονυσίου τῶν λαμπροτάτων Φαρμοῦθι β. Φλαουίῳ Φλαουιανῷ υἱῷ Ἀγαθίνου διη ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ ΑὐρηλίαςΑὐρηλία Διδύμης θυγατρὸς Ὥρου ἀπὸ τῆς αὐτῆς πόλεως χωρὶς κυρίου χρηματιζούσης. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ ὄντος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος ἔτους ρϛ οε τῆς παρούσης τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἰνδικτίονος τοὺς διαφέροντάςδιαφερούσας σοι τόπους τρεῖς ὄντας ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς ὁλοκλήρους συμπόσιόν τε καὶ ἕτερον συμπόσιον τυγχάνον διακείμενον ἐπάνω τῆς ἁψῖδοςἁπψῖδος καὶ ἐν τῷτο αἰθρίῳἐθρίουεριου μονόχωρον σὺν χρηστηρίοις πᾶσι, καὶ τελέσω σοι ὑπὲρ ἐνοικίου αὐτῶν ἐνιαυσίως χρυσοῦ νομίσματος ἥμισυ, ὅπερ ἐπάναγκες ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν βουληθῇς παραδώσω σοι τοὺς αὐτοὺς τόπους ὡς παρεί ληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Διδύμη θυγάτηρ Ὥρου χωρὶς κυρίου χρηματίζου σα ὡς αὐτὴ διεβεβαιώσατοδιεβαιβεώσατο ἡ προκειμένηπροκιμένη μεμίσθωμαι τοὺς προκειμένους τόπους καὶ ἀποδώσω τὸ ἐνοίκιον ὡς πρόκειται. Αὐρήλιος Θεόδωρος υἱὸς Θεοδώρου ἔγραψα ὑπὲρ αὐτῆς παρούσης γράμματα μὴ εἰδυίαςεἰδούσης. di emu vestiges μίσθωσις Διδύμης θυγατρὸς Ὥρου τρεῖςτρῖς τόπους ἐνοικίου νομίσματος 𐅵.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.