no image
DDbDP-text
Lease of House - property via HGV-meta
Linked by Trismegistos ID
TM 22060.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαουίου Ἰωάννου τοῦ ἐνδοξοτάτου καὶ ὑπερφυεστάτου στρατηγοῦ Θὼθ α ἰνδικτίονος η ἐν ὈξυρύγχωνὈξυρυγχιτῶν πόλει. Φλαουίῳ Ἀπφῷ τῷ λαμπροτάτῳ τριβούνῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Εὐλογίου γεουχοῦντι ἐνταῦθα τῇ λαμπρᾷ καὶ λαμπρο τάτῃ Ὀξυρυγχιτῶν πόλει Αὐρήλιος Ἰωάννης υἱὸς Βάνους μη τρὸς Σεναμουνίης ἀπὸ κώμης Σενοκώμεως τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἐπὶ τετρα ετῆ χρόνον ἀπὸ τοῦ παρόντος μηνὸς Θὼθ νεομηνίας ἔτους ροϛ ρμε τῆς παρούσης ὀγδόης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρ χόντων τῇ σῇ εὐγενείᾳ διακειμένων ἐπὶ τῆς αὐτῆς κώμης ἐκ νότου ταύτης ὁλόκληρον ἔπαυλινἔπαυλειν καὶ τὰ ἔνδον αὐτῆς οἰκήματα πλήσίον τοῦ ἀρτοκοπίου νεύουσαν ἐπὶ βορρᾶ σὺν χρηστηρίοις καὶ δικαίοις πᾶσι καὶ τελέσω ὑπὲρ ἐνοι κίου ἐνιαυσίως χρυσοῦ νομισμάτιον ἕν, γίνεται χρυσοῦ νόμισμα α, ὅπερ ἐν οίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ ὁπόταν βουληθείη ἡ ὑμῶν εὐγένεια παραδώσω τὴν αὐτὴν ἔπαυλινἔπαυλειν μετὰ τῶν ἐν αὐτῇ οἰκημάτων καὶ τῆς ἀτρώτου νομῆς ὡς καὶ παρείληφα. κυρία Αὐρήλιος Σαραπίων Τιμοθέου vestiges διʼ ἐμοῦ Κοσμᾶ vestiges vi ἰνδικτίωνος viiiΚοσμᾶ μίσθωσις ἸωάννουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.