no image
DDbDP-text
Lease of Exedra and Cellar via HGV-meta
Linked by Trismegistos ID
TM 15963.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίου Θεοδώρου τοῦ λαμπροτάτου Ἐπεὶφ Αὐρηλίαις Θεωδώρᾳ καὶ ΤαύριΤαῦριν ἐκ πατρὸς Σιλβανοῦ ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως μοναχαῖς ἀποτακτικαῖς παρὰ Αὐρηλίου Ἰωσὴ Ἰούδα ἸουδαῖοςἸουδαῖως ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ ἑξῆς μηνὸς Μεσορὴ τοῦ ἐνεστῶτος ἔτους οϛ με ἀρχῇ τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων ὑμῖν ἐν τῇ αὐτῇ Ὀξυρυγχιτῶν πόλει ἐπʼ ἀμφόδου Ἱππέων Παρεμβολῆς ἐπίπεδον τόπον ἕνα ἐξέδρανἐξέτραν καὶ τὴν ἐν τῷ καταγείῳ καμάραν μίαν σὺν χρηστηρίοις πᾶσιν, καὶ τελέσω ὑπὲρ ἐνοικίου αὐτῶν ἐνιαυσίως ἀργυρίου μυριάδας χιλίας διακοσίας, γίνονται δηναρίων μυριάδες Ασ , καὶ ἐπάναγκες ἀποδώσω τὸ ἐνοίκιον διʼ ἑξαμήνου τὸ ἥμισυ ἀνυπερθέτως, καὶ ὁπόταν βουληθῆτεβουληθῆται παραδώσω τοὺς αὐτοὺς τόπους καθαροὺς ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις δισσὴ γραφεῖσαγραφῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωσὴ Ἰούδα ὁπ προκίμενος μεμίσθωμαι τὸ συμπόσιον καὶ ἀποδώ σω τὸ ἐνοίκιον ὡς πρόκιται. Αὐρήλιος Ἠλίας Ὀπεβαίου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.