no image
DDbDP-text
Lease of House - property via HGV-meta
Linked by Trismegistos ID
TM 21976.
Each record below describes this same ancient text from a different angle.
ὑπατείαςὑπατίας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ ι καὶ Ἰουλιανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ γ Χοίακ κγ. Αὐρηλίοις Σύρῳ καὶ Τεχώσι καὶ Ἀσύνῃ τοῖς τρισὶ ἐκ πατρὸς Διονυσίου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Κοπρέως Σύρου μητρὸς Σαραπιάδος ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσα σθαι ἐπʼἐφʼ ἐνιαυτὸν ἕνα ἀπὸ α τοῦ ἑξῆς μηνὸς Τῦβι τοῦ ἐνεστῶτος ἔτους λζ ἔτους καὶ ϛ ἔτους ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Ἀπολλωνίου τοὺς κληρωθέντας ὑφʼ ὑμῶν τόπους τῆς οἰκίας εἰς τὸ κλιου τόπους ἀκολούθως τῇ γενομένῃ ἐγγράφῳ διαιρέσει ἐφʼ οἷς περιέχει δικαίοις διὰ τὸ μεταξὺ ὑμῶν καὶ τῆς μητρὸς ι, καὶ τελέσω ὑμῖν ἐνοικίου τῶν αὐτῶν τόπων ὑμῶν καὶ ἑτέρου μέρους αὐ λῆς ἐκτὸς τοῦ οἴκου τοῦ ἐνιαυσίου χρόνου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα ἑξακισχίλια, γίνονται τάλαντα Ϛ. βεβαιουμένης δὲ ἐμοὶ τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσω τὸ ἐνοίκιον διʼ ἑξα μήνου τὸ ἥμισυ, καὶ χρήσομαι τοῖς τό ποις ἐπὶ τὸν χρόνον ἀκωλύτως, μεθʼ ὃν παραδώσω ὡς παρείληφα, γινομένης σοι τῆς πράξεως παρὰ ἐμοῦ ὡς καθήκει. κυρία ἡ ἐπιδοχὴ δισσὴ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.