no image
DDbDP-text
Ἐκμαρτύρησις of a Contract of Settlement via HGV-meta
Linked by Trismegistos ID
TM 21928.
Each record below describes this same ancient text from a different angle.
ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου Γοθικοῦ ΜεγίστουΜεγίστου Παρθικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει ἐπὶ ἀσχολουμένου ὠνὴν ἀγορανομίου καὶ μνημονίου. ὁμολογεῖ Αὐρήλιος Δημητριανὸς ΠλουτίωνοςΠλουτ μητρὸς βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἐκμαρτυρεῖσθαι ἐν ἀγυιᾷ τῷ ἑαυτοῦ τιμήματι ἣν προέθετο αὐτῷ ὁ ἀδελφὸς αὐ τοῦ Ἀμμώνιος βουλευτὴς τῆς αὐτῆς πόλεως ἰδιόγραφον διάλυσιν γενομένην τῷ ἔτει μηνὶ , ἧς μοναχὸν αὐθεντικὸν ἐπήνεγκεν ὁ ὁμολογῶν τῷ πρὸς τῷ μνημονίῳ συγκαταχωρισθησόμενον εἰς τὸ ἐπὶ τόπων βιβλιοφυλάκιον, ἧς ἐστιν ἀντίγραφον. Αὐρήλιος Ἀμμώνιος βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Δημητριανῷ ΠλουτίωνοςΠλουτ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ἐπεὶ ἔτει τῆς Αὐρηλιανοῦ βασιλείαςβασιλίας Φαρμοῦθι ιθ τὸ ὑπάρχον μοι ἐπʼ ἀμφόδου Νότου Δρόμου καὶ Μυροβαλάνου τρίτον μέρος σὺν τοῖς χρη στηρίοις πᾶσι καὶ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Εὐδαίμονι τῷ καὶ Διονυσίῳ ἀπολελυμένῳ πρὸ τῆς τοῦ ἀποτάκτου συστάσεως ο τὸν τῷ Δημητριανῷ καταγραφέντα αὐτοῦ μὲν ἀδελφοῦ τοῦ δὲ ἀποδομένου προάγει τὸ δάνειονδάνιον τῆς ἀπολύσεως τῶν ἐπὶ περιγραφῇ τοῦ ταμείου καὶ το μέχρι τῆς τῶν ὀφειλομένων ἀποδόσεως διαδεχομένῳ τὴν ἐπιστρατηγίαν κέλευσον κληθῆναι Εὐδαίμονα διαδεχόμενος τὴν ἐπιστρατηγίαν εἶπεν μετʼ ἄλλα ἄκυρον εἶναι τὴν οὖσαν ἐν τοῖς ἀρχείοις καταγραφὴν διὰ τὸ μὴ διὰ δίκης χωρεῖνχωρῖν, καὶ ἔδοξεν ὡς , ὁμολογῶ μηδεμίαν ἔφοδον ἢ ἐπέλευσιν ἔχειν πρὸς τὸν Δημητριανὸν μηδὲ ἐγκαλεῖνἐγκαλῖν μηδὲ ἐνκαλέσεινἐνκαλέσιν μηδὲ ἐπελεύσεσθαι μηδὲ μηδὲ προσχρήσασθαι τὸν Ἀμμώνιον διὰ τὸ ἄκυρον εἶναι τὴν πρᾶ σιν. κύρια τὰ τῆς διαλύσεως γράμματα γραφέντα, ἥνπερ ὁπόταν αἱρῇ ἀνοίσεις διὰ δημοσίου οὐ προσδεόμενος ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐ δοκεῖν τὸν Ἀμμώνιον τῇ ἐσομένῃ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Πρόβου Περσικοῦ Μεγίστου ΓοθικοῦΓοθθικοῦ ΜεγίστουΜεγίστου Παρθικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Αὐρήλιος Ἀμμώνιος εὐδοκῶ περὶ τοῦ προκειμένου τρίτου μέρους οἰκίας καὶ ψιλοῦ τόπου ἕως τούτου τὸ ἀντίγραφον. κυρία ἡ ὁμολογία, περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς πεπρᾶχθαι ἐπερωτηθεὶς ὁ ὁμολογῶν ὡμολόγησεν ἐν ἀγυιᾷ τῇ αὐτῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.