no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22877.
Each record below describes this same ancient text from a different angle.
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ . διαγραφὴ διὰ τῆς ἐν Ἑρμουπόλει μισθωτῶν Αὐρηλία Διοσκοροῦς Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος Ἑρμοπολῖτις Πόλεως Ἀπηλιώτου συμπαρόντος αὐτῇ Αὐρηλίου Πινουτίωνος τοῦ καὶ Κοπρέου ἀπὸ τῆς αὐτῆς πόλεως ἀδελφῷ αὐτῆς Αὐρηλίῳ Θεογνώστῳ τῷ καὶ Μώρῳ τῶν αὐτῶν γονέων ἀπὸ τῆς αὐτῆς πόλεως τοῦ αὐτοῦ ἀμφόδου πεπρακέναι αὐτῇ ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ συνκυρόντων καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων καὶ εἰσόδων καὶ ἐξόδων ἐν Ἑρμουπόλει ἐπὶ Φρουρίου Λιβὸς τρίτον μέρος τῶν ὅλων οἰκοπέδων τιμῆς ἀργυρίου δραχμῶν τριακοσίων γίνονται ἀργυρίου δραχμαὶ τ αὐτόθι ἀπέσχεν παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφὴν καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τοῦ πεπραμένου ὡς πρόκειται τρίτου μέρους τῶν οἰκοπέδων κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἐπὶ ταῖς ὑποκειμέναις γειτνίαις καὶ διαστολαῖς πάσαις καὶ ἐπερωτηθεῖσα ὡμολόγησεν Αὐρήλιος Ἀμμώνιος τραπεζίτης σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.