no image
DDbDP-text
Sale of Land via HGV-meta
Linked by Trismegistos ID
TM 21687.
Each record below describes this same ancient text from a different angle.
ος μητρὸς ιωτρ ἀναγραφομένη ἐπʼ ἀμφόδου πόλεως λιβὸς μετὰ κυρίου τοῦ ἀνδρὸς Ἑρμοῦ υἱοῦ Διογένους κοσμητεύσαντος τῆς αὐτῆς πόλεως ἐπηκολούθηκα τῇ προκειμένῃ διαγραφῇ καὶ πέπρακα ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον Ἀπολλωνίᾳ Ἑρμιόνης ἀναγραφομένηι ἐπὶ Φρουρίου λιβὸς μετὰ κυρίου Σαραπάμμωνος Πλουτᾶ καὶ ὡς χρηματίζει τὰς ὑπαρχούσας μοι ἐν τῷ Περὶ πόλιν ἄνω περὶ Μον κανειΜον κώμην ἐκ τοῦ Αἰσχρίωνος σὺν τῷ Α κληρων κατοικικῆς ἀναιτήτουἀατλητοῦ ἀρούρας τέσσαρας ἃς παραδώσω κατʼ ἀγρὸν σπορίμας πλήρεις τῷ τῆς κατοικίας δικαίῳ σχοινίῳ καθαρὰς ἀπὸ βασιλικῆς καὶ παντὸς ἁπλῶς εἴδους ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων ἀρουρῶν δέκα ὀκτὼ κατὰ μέρος, ὧν ὅλων γείτονες ὡς ἐγὼ ὑπηγόρευσα ηςυης ἀπηλιώτου οὐσιακὴ γῆ καὶ ἰδιωτικὰ ἐδάφη, τῶν ἄλλων ἀνέμων ἰδιωτικὰ ἐδάφη καὶ ἄλλα, τιμῆς τῆς συμπεφωνημένης ἀργυρίου δραχμῶν τετρακισχιλίωντετρακισχειλίων γίνονται δραχμαὶ Δ, ἃς αὐτόθι ἀπέσχον παρὰ τῆς ὠνουμένης κατὰ τὴν προκειμένην διαγραφὴν, καὶ εἶναι περὶ αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς τὴν τῶν πεπραμένων ὡς πρόκειται ἀρουρῶν τεσσάρων κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον καὶ τὸν ἀπὸ τούτων γεωργοῦντας καὶ διαμισθοῦντας καὶ καρπιζομένους καὶ ἀποφερομένους τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα καὶ περιεσόμενα ἅπαντα εἰς τὸ ἴδιον ἀπὸ τοῦ ἐνεστῶτος πρώτου καὶ εἰκοστοῦ ἔτους ετ ὑπὲρ αὐτῶν κατ ἔτος δημοσία διαλείπει τὰ τῶν τε ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος εἰκοστοῦ ἔτους καὶ αὐτοῦ τοῦ εἰκοστοῦ ἔτους δημοσία πάντα καὶ ἐπιμερισμοὺς πρὸς ἐμὲ τὴν πωλοῦσαν, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῇ πωλούσῃ καὶ μὴ ἐπελεύσασθαί με μηδʼ ἄλλους ὑπὲρ ἐμοῦ ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί, ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαίωσω ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐ τῆς τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμουἐπιτείμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην, καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. ἔτους κα Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαρμοῦθι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.