no image
DDbDP-text
Division of Usufruct of a Pigeon - house via HGV-meta
Linked by Trismegistos ID
TM 21781.
Each record below describes this same ancient text from a different angle.
ὁμολογοῦσι ἀλλήλοις Μάρκος Αὐρήλιος Ἀν δρόνικος ὁ καὶ Μίθρης καὶ ὡς χρηματίζει καὶ Αὐρη λία Διονυσιὰς ἡ καὶ Χαιρημονὶς διὰ τοῦ ἀνδρὸς Αὐρηλίου Ἀμμωνίου ἀποδεδειγμένου γυμνασιάρχου βουλευτοῦ τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ Διδύμη ἡ καὶ Ἀπολλωνία καὶ Λητοδωρὶς ἡ καὶ Διονυσοθεωνὶς ἀμφότεραι ἀφήλικες διὰ τῆς μητρὸς Πτολέμας θυγα τρὸς Διονυσοθέωνος γυμνασιαρχήσαντος τῆς αὐτῆς Ὀξυρυγχειτῶν πόλεως, καὶ αὐτῆς διὰ Ἐπικράτους Διδύ μου, διῃρῆσθαιδιειρῆσθαι πρὸς ἑαυτοὺς τὴν καρπείαν οὗ ἔχουσι ἐξ ἴσου ἐν ἐποικίῳ ἀμπελικοῦ αὐτῶν κτήματος Πέρκωπος λεγομένου περισήμου περιστερεῶνος ἐμφόρου ἐπὶ χρόνον ἔτη τέσσαρα ἔτι ἀπὸ α Θὼθ τοῦ ἐνεστῶτος κγ ἔτους καὶ κεκληρῶσθαι τὰς μὲν ἀφήλι κας τὴν καρπείαν ἐτῶν δύο τοῦ τε ἐνεστῶτος κγ ἔτους καὶ κε ἔτους τὴν δὲ Αὐρηλίαν Διονυσιάδα τὴν καὶ Χαιρη μονίδα τοῦ εἰσιόντοςἰσιόντος κδ ἔτους καὶ τὸν Αὐρήλιον Ἀνδρόνικον τὸν καὶ Μίθρην ὁμοίως τοῦ κϛ ἔτους, καὶ αλειν ἕκαστον μέρος ου μενον χρόνον τιας ειν αὐτὸν τὴν ενου ην νην τὸν κόπρον χωρῆσαι κατʼ ἔτος εἰς τὸ προκείμενον αὐτῶν ἀμπελικὸν κτῆμα, ἕκαστον δὲ μέρος παραδοῦναι ἑκατέρῳ τὸν αὐτὸν περιστερε ῶναπεριστρεωνα τῇ α τῶν ἐπαγομένων ἔμφορον, οὐκ οὔσης ἐξουσίας ὁποτέρῳ μέρει ἐπιβαίνειν οὐδετέρῳ ἐντὸς τοῦ προκειμένου αὐτοῦ χρόνου. κύριον τὸ ὁμολόγημα τρισσὸν γραφὲν πρὸς τὸ ἕκαστον μέρος ἔχειν μοναχόν. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Ἁδριανοῦ ι. Αὐρήλιος Ἀμμώνιος καὶ ὡς χρη ματίζω εὐδοκῶ τῷ κοινῷ ὁμολογήματι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.