no image
DDbDP-text
Heiratsvertrag: Umwandlung eines ΑΓΡΑΦΟΣ ΓΑΜΟΣ in einen ΕΓΓΡΑΦΟΣ ΓΑΜΟΣ via HGV-meta
Linked by Trismegistos ID
TM 11438.
Each record below describes this same ancient text from a different angle.
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ μηνὸς ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Ἥρων ἀναγραφόμενος ἐπʼ ἀμφόδου ὡς ἐτῶν οὐλὴ τῇ προούσῃ καὶ συνούσῃ αὐτῷ ἀγράφως γυναικὶ Αὐρηλίᾳ ἀπὸ κώμης Νείλου πόλεως τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ὡς ἐτῶν οὐλὴ μετὰ κυρίου ἔχειν παρʼ αὐτῆς ἐφʼ ἑαυτῇ ἅμα τῇ τοῦ γάμου συμβιώσεισυνβιώσι φερνὴν διὰ χειρὸς χρυσίου καθαροῦ μναιαῖα ὀκτὼ ἐν κοσμαρίοις, ἅ ἐστιν τῶν λοιπῶν μναιαίων δύο καὶ ἱμάτια ἐν συντιμήσει ἀργυρίου δραχμῶν κόκκινα, χιτὼνκιτὼν καὶ μαφόρτης σαπφείρινοισαππίρινοι ν, ἅ ἐστιν Ἀφροδίτη, ἔσοπτρον δίπτυχον συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως καθότι καὶ πρότερον, τοῦ μὲν Αὐρηλίου Ἥρωνος ἐπιχορηγοῦντος τῇ Αὐρηλίᾳ ᾳ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα καθήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν τοῦ βίου, τῆς δὲ Αὐρη λίας ἄμεμπτον καὶ ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει ἐπὶ τῷ τὸν Αὐρήλιον Ἥρωνα καὶ συντάξεως, ἐφʼ ὃν χρόνον μένει αὐτοῖς ἡ πρὸς ἀλλήλους συμβίωσις, ἐὰν δὲ διαφορᾶς αὐτοῖς γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων, ἀποδότω Αὐρήλιος Ἥρων τῇ Αὐρηλίᾳ τήν τε φερνὴν καὶ τὰ παράφερνα, τὸ μὲν χρυσί ον ἐν τοῖς αὐτοῖς κοσμαρίοις καὶ ἴσῃ ὁλκῇ καὶ τὰ ἱμάτια ἐκλογῆς αὐτῇ οὔσης ἤτοι τὰ ἱμάτια καὶ τὸ ἀποδέον λαμβάνειν ἢ τὴν προκειμένην αὐτῶν συντίμησιν ἐπὶ μὲν ἀποπομπῆς παραχρῆμα, ἐπὶ δὲ τῆς ἑκουσίου ἀπαλλαγῆς ἐν ἡμέραις ἑξήκοντα τῆς πράξεως τῇ Αὐρηλίᾳ γινομένης ἔκ τε τοῦ Αὐρη λίου Ἥρωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς πεπρᾶχθαι Αὐρήλιος Ἥρων ἐπερωτηθεὶς ὡμολόγησεν. Αὐρήλιος Ἥρων ὁμολογῶ ἔχειν παρὰ τῆς Αὐρηλίας χρυσίου καθαροῦ μναιαῖαμναιᾶ ὀκτὼὠκτὼωκτ ἐν ἐπὶ τῆς διαζυγῆςδιαζυγος ἀποδώσωἀπδωσο καὶ ἐπερωτηθεὶςοπερωτηθεις ὡμολόγησα. Αὐρήλιος Δίδυμος κατεχώρισα γ ἔτουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.