no image
DDbDP-text
Letter from Harpocration to Sansnos via HGV-meta
Linked by Trismegistos ID
TM 32410.
Each record below describes this same ancient text from a different angle.
τῷ ἀγαπητῷ μου πατρὶ ΣανσνῶτιΣανσνως Ἁρποκρατίων πλεῖστα ἐν Κυρίῳ χαίρειν. Πέτρον τὸν ἐνοχλοῦντα τῷ ἀδελφῷ Ἀππιανῷ διὰ τοὺς περὶ Παπνούτιον τῶν ἐκφορίων ἕνεκεν ποίησον ὀλίγας ἔτι ἀνασχέσθαι ἡμέρας ἕως ἂν καιρὸν εὕρωσι ἐλθεῖν πρὸς σὲ καὶ ἀπαλλάξαι τὸ καθʼ ἑαυτούς. οὕτω γὰρ ἠξίωσαν. ἀλλὰ σπούδασον, ἀγαπητέ, παράστῃς τῷ ἀδελφῷ. οὕτω γὰρ πρέπει τῇ ἐν ΧριστῷΧρηστῷ σου ἀγάπῃ. εἰ δὲ ἀβαρές σοί ἐστιν, περιποίησον ἡμῖν ἀχύρου ἀγώγια δέκα καὶ πέμψον ἡμῖν ἐκ πόσων πι πράσκεται. προσαγορεύω πάντας τοὺς ἀδελφοὺς μεθʼ ὧν εἶ. ἐρρωμένον καὶ εὐθυμοῦντα διὰ τέλους σε φυλάξειεν τῷ ἀγαπητῷ μου πατρὶ Σανσνῶτι ἉρποκρατίωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.