p.nag.hamm.68
τῷ ἀγαπητῷ μου πατρὶ ΣανσνῶτιΣανσνως Ἁρποκρατίων πλεῖστα ἐν Κυρίῳ χαίρειν. Πέτρον τὸν ἐνοχλοῦντα τῷ ἀδελφῷ Ἀππιανῷ διὰ τοὺς περὶ Παπνούτιον τῶν ἐκφορίων ἕνεκεν ποίησον ὀλίγας ἔτι ἀνασχέσθαι ἡμέρας ἕως ἂν καιρὸν εὕρωσι ἐλθεῖν πρὸς σὲ καὶ ἀπαλλάξαι τὸ καθʼ ἑαυτούς. οὕτω γὰρ ἠξίωσαν…