no image
DDbDP-text
Private Letter via APIS-papyrus
Linked by Trismegistos ID
TM 27096.
Each record below describes this same ancient text from a different angle.
Σεμπρώνιος Κλήμης Ἀπολιναρίωι τῷ τιμιωτάτῳ χαίρειν. ἔλαβόν σου τὰς ἐπιστολὰς παρὰ τοῦ σοῦ Ἰουλίου Σαβείνου ἐξ ὧν ἐπέγνων σε δηλοῦντα οὐχ ὅτι οὐκ ἠδυνήθην ἀπαρτίσαι τὰ διαφέρον τά σοι ἀλλʼ ὅτι, ὡς φῄς, οὐκ ἐβουλήθην. καίτοι γε ἐπὶ τούτῳ ᾐσθάνθην ἀλλʼ ὅμως ἀπολογήσομαι. ἡ γὰρ διολκὴ γέγονεν ἐν τῷ τὸν Οὐαλεριανὸν μὴ ἐθέλοντα ἀντιδιαστειλαμένης αὐτῷ τῆς γυναικὸς εὐθέως πρὸς αὐτὴν καταστάσθαι. ἐπειδὴἐπιδὴ ὧδʼ ἔχοντος, ἵνʼ οὕτως εἰς αὖθιςαὖθεις μη δεμία ἄλλη πρόφασις παρολκῆς καταλειφθῇ, ἐπιστεῖλαι ἐμοὶ μᾶλλον προσεχέστερον ἐπέστειλας, φημὶ ὅτι χρείας ἐπειγούσηςἐπιγούσης εἰς Ἀντινόου μελλήσω ἀνέρχεσθαι καὶ ἐκεῖθενκἀκἰθεν ἐπιστελῶ πρὸς σὲ τούτων χάριν. εἰ δέ πως Τύχη ἀπʼ Ἀντινόου με πάλιν ἐνθάδε ἐπιτρέπειἐπειτρέπει ἐξορμᾶν οὐδὲν λογγάζει. γράψω γάρ σοι εὐθέως μετὰ τὸν περισπασμὸνπερισπανμὸν τοῦ τον ἵναεἵνα μὴ περὶ τῶν σοι διαφερόντων φροντίσῃς. οὕτως γάρ σοι ἐπιδείξομαι πῶς οὐ δεύτερα οὐδενὸς ἀμελήσω. ἐρρῶσθαί σε εὔχομαι πανοικεί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.