no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 19832.
Each record below describes this same ancient text from a different angle.
περὶ ἀγγαρευτῶν δ λόγῳ ὑπουργίας τῶν καράβων ἐν ὀνόματι τοῦ Θεοῦ Κορρα υἱὸς Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. εὐχαριστοῦμεν τῷ Θεῷ καὶ μετὰ ταῦτα. τέσσαρας ἀγγαρευτὰς ἐτάξαμεν διὰ τῆς διοικήσεώς σου ἐπὶ μῆνας ἓξ λόγῳ ὑπουργίας τῶν καράβων ἐν τῇ νήσῳ Βαβυλῶνος ὑπὸ Ἀβδελαλε υἱοῦυἱον Ἀβι Ἀχιμ ἐπικειμένου ἐπικείμενον ἐπὶ τῆς παρούσης ἰνδικτίονος ἐνάτης καὶ τὰ τούτων ἐντάγια ποιήσαντες τοῖς τῶν χωρίων καὶ ἐνθήσαντες ἐν αὐτοῖς τὸν μισθὸν καὶ δαπάνην ἵνα ἐὰν δόξῃ χωρίῳχωρῳ δοῦναι ἀπαργυρισμὸν παρασχῇ ἐπέμψαμέν σοι. δεχόμενος οὖν τὰ παρόντα γράμματα τοὺς τοιούτους ἀγγαρευτὰς πρὸς τὴν δύναμιν τῶν ἡμετέρων ἐνταγίων ἔκπεμψον καὶ παράδος τῷ εἰρημένῳ Ἀβδελαλε λόγῳ τῆς ὑπουργίας τῶν τοιούτων καράβων. ἐγράφη μηνὸς Παχὼν ϛ ἰνδικτίονος θ Κορρα βεν Σζεριχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. ἀγγαρευτῶν δ λόγῳ τῶν καράβων μηνῶν ϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.